호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἀνασχομένων δὲ τῶν Ῥωμαίων τὰσ ἐπιταγάσ, ἀλλὰ πάντα τὰ δεινὰ ὑπομένειν βουλομένων, καταμαθὼν ὁ Μούκιοσ, ὅτι δυεῖν αὐτοῖσ συμβήσεται θάτερον ἢ μὴ διαμεῖναι πολὺν ἐν τοῖσ λελογισμένοισ χρόνον ὑπὸ τῆσ ἀπορίασ τῶν ἀναγκαίων ἐκβιασθεῖσιν, ἢ φυλάττουσι βεβαίασ τὰσ κρίσεισ τὸν οἴκτιστον ἀπολέσθαι μόρον, δεηθεὶσ τῶν ὑπάτων τὴν βουλὴν αὐτῷ συναγαγεῖν, ὡσ μέγα τι καὶ ἀναγκαῖον ἐξοίσων πρὸσ αὐτήν, ἐπειδὴ συνήχθη, λέγει τοιάδε· ἄνδρεσ πατέρεσ, ἐγχείρημα τολμᾶν διανοούμενοσ, ὑφ’ οὗ τῶν παρόντων ἀπαλλαγήσεται κακῶν ἡ πόλισ, τῷ μὲν ἔργῳ πάνυ θαρρῶ καὶ ῥᾳδίωσ αὐτοῦ κρατήσειν οἰόμαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기