- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 22

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 22)

ταῦτα μαθόντες οἱ τῶν Ῥωμαίων ὕπατοι πρῶτον μὲν τὰ ἐκ τῶν ἀγρῶν χρήματά τε καὶ βοσκήματα καὶ ἀνδράποδα μετάγειν τοῖς γεωργοῖς ἐκέλευσαν εἰς τὰ πλησίον ὄρη φρούρια κατασκευάσαντες ἐπὶ τοῖς ἐρυμνοῖς ἱκανὰ σώζειν τοὺς εἰς αὐτὰ καταφυγόντας:? ἔπειτα τὸν καλούμενον Ιἀνίκολον ὄχθον: ἔστι δὲ τοῦτ ὄρος ὑψηλὸν ἀγχοῦ τῆς Ῥώμης πέραν τοῦ Τεβέριος ποταμοῦ κείμενον: ὀχυρωτέραις ἐκρατύναντο κατασκευαῖς τε καὶ φυλακαῖς, περὶ παντὸς ποιούμενοι μὴ γενέσθαι τοῖς πολεμίοις τὸ ἐπίκαιρον χωρίον ἐπιτείχισμα κατὰ τῆς πόλεως, καὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἐνταῦθ ἀπέθεντο: πρὸς τοὺς τυράννους ἐπὶ τοῖς ἰδίοις κέρδεσι πεισθέντες προδοῦναι τὸ κοινόν:

καὶ γὰρ ἀτελεῖς αὐτοὺς ἁπάντων ἐψηφίσαντο εἶναι τῶν κοινῶν τελῶν, ὅσα βασιλευομένης τῆς πόλεως ἐτέλουν, καὶ ἀνεισφόρους τῶν εἰς τὰ στρατιωτικὰ καὶ τοὺς πολέμους ἀναλισκομένων ἐποίησαν, μέγα κέρδος ἡγούμενοι τοῖς κοινοῖς, εἰ τὰ σώματα μόνον αὐτῶν ἕξουσι προκινδυνεύοντα τῆς πατρίδος:

τήν τε δύναμιν ἠσκημένην ἐκ πολλοῦ καὶ παρεσκευασμένην ἔχοντες ἐν τῷ προκειμένῳ τῆς πόλεως ἐστρατοπεδεύοντο πεδίῳ. βασιλεὺς δὲ Πορσίνας ἄγων τὴν στρατιὰν τὸ μὲν Ιἀνίκολον ἐξ ἐφόδου καταλαμβάνεται καταπληξάμενος τοὺς φυλάττοντας αὐτὸ καὶ φρουρὰν Τυρρηνῶν ἐν αὐτῷ καθίστησιν:

τε πρὸς μάχην ὡς ἀναρπασόμενος αὐτοὺς πλήθει καὶ ἐπῆγε σὺν πολλῇ καταφρονήσει τὴν δύναμιν.

εἶχον δὲ τὴν ἡγεμονίαν τοῦ μὲν ἀριστεροῦ κέρως οἱ Ταρκυνίου παῖδες, Σέξτος καὶ Τῖτος, Ῥωμαίων τ αὐτῶν τοὺς φυγάδας ἄγοντες καὶ ἐκ τῆς Γαβίων πόλεως τὸ ἀκμαιότατον ξένων τε καὶ μισθοφόρων χεῖρα οὐκ ὀλίγην:

τοῦ δὲ δεξιοῦ Μαμίλιος ὁ Ταρκυνίου κηδεστής, ἐφ οὗ Λατίνων οἱ ἀποστάντες Ῥωμαίων ἐτάξαντο: βασιλεὺς δὲ Πορσίνας κατὰ μέσην τὴν φάλαγγα ἐτέτακτο. Ῥωμαίων δὲ τὸ μὲν δεξιὸν κέρας Σπόριος Λάρκιος καὶ Τῖτος Ἑρμίνιος κατεῖχον ἐναντίοι Ταρκυνίοις:

τὸ δ ἀριστερὸν Μάρκος Οὐαλέριος ἀδελφὸς θατέρου τῶν ὑπάτων Ποπλικόλα καὶ Τῖτος Λουκρήτιος ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει Μαμιλίῳ καὶ Λατίνοις συνοισόμενοι: τὰ δὲ μέσα τῶν κεράτων οἱ ὕπατοι κατεῖχον ἀμφότεροι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION