호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δ’ ἄλλαι δυνάμεισ ὡσ τοὺσ ἡγεμόνασ εἶδον συμπεσόντασ, ὠθοῦνται σὺν ἀλαλαγμῷ καὶ πατάγῳ, καὶ γίνεται μέγιστοσ ἁπάντων ἀγὼν πεζῶν τε καὶ ἱππέων καὶ τύχη περὶ ἀμφοτέρουσ ὁμοία. Ῥωμαίων τε γὰρ οἱ τὸ δεξιὸν κέρασ ἔχοντεσ, ἐφ’ οὗ τεταγμένοσ ἦν ὁ ἕτεροσ τῶν ὑπάτων Οὐαλέριοσ, ἐνίκων τοὺσ Οὐιεντανοὺσ καὶ μέχρι τοῦ στρατοπέδου διώξαντεσ ἐπλήρωσαν νεκρῶν τὸ πεδίον, Τυρρηνῶν τε οἱ τὴν τοῦ δεξιοῦ κέρατοσ ἔχοντεσ στάσιν, ὧν ἡγοῦντο Τῖτοσ καὶ Σέξτοσ οἱ Ταρκυνίου τοῦ βασιλέωσ παῖδεσ, ἐτρέψαντο τοὺσ ἐπὶ τοῦ λαιοῦ ὄντασ Ῥωμαίων κέρατοσ, καὶ πλησίον τοῦ χάρακοσ αὐτῶν γενόμενοι πείρασ μὲν οὐκ ἀπέστησαν, εἰ δύναιντο ἑλεῖν τὸ ἔρυμα ἐξ ἐφόδου, πολλὰσ δὲ πληγὰσ λαβόντεσ ὑποστάντων αὐτοὺσ τῶν ἔνδον ἀπετράποντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기