호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δ’ Ἀκυλλίων δοῦλοσ, παρ’ οἷσ καταγόμενοι τῇ παρελθούσῃ νυκτὶ τὰσ ἐπιστολὰσ ἔγραψαν· καὶ τῶν γραμμάτων γεγόναμεν αὐτῶν ἐγκρατεῖσ. Τῖτον μὲν οὖν ἐγὼ καὶ Τιβέριον τοὺσ ἐμοὺσ παῖδασ τετιμώρημαι· καὶ οὐδὲν καταλέλυται διὰ τὴν ἐμὴν ἐπιείκειαν οὔτε νόμοσ οὔθ’ ὁρ́κοσ· Ἀκυλλίουσ δὲ Κολλατῖνοσ ἀφαιρεῖταί μου καί φησιν οὐκ ἐάσειν ὅμοια τοῖσ ἐμοῖσ παισὶ βουλεύσαντασ τῶν ὁμοίων ἐκείνοισ τυχεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기