- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 5

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 5)

τοιαῦτα λεξάντων αὐτῶν ἀναστὰς ὁ Βροῦτος ἔφη Περὶ μὲν εἰσόδου Ταρκυνίων εἰς τήνδε πόλιν παύσασθε, ἄνδρες Τυρρηνοί, τὰ πλείω λέγοντες.? ἐπῆκται γὰρ ἤδη ψῆφος ἀίδιον κατ αὐτῶν ὁρίζουσα φυγήν, καὶ θεοὺς ὀμωμόκαμεν ἅπαντες μήτ αὐτοὶ κατάξειν τοὺς τυράννους μηδὲ τοῖς κατάγουσιν ἐπιτρέψειν: εἰ δέ τινος ἄλλου δεῖσθε τῶν μετρίων, ἃ μὴ νόμοις μηδ ὁρ´κοις κεκωλύμεθα δρᾶν, λέγετε. μετὰ τοῦτο παρελθόντες οἱ πρέσβεις λέγουσι: παρὰ δόξαν μὲν ἡμῖν ἀπήντηται τὰ πρῶτα:

πρεσβευσάμενοι γὰρ ὑπὲρ ἀνδρὸς ἱκέτου λόγον ὑμῖν ὑποσχεῖν ἀξιοῦντος καὶ τὸ κοινὸν ἁπάντων δίκαιον εἰς ἰδίαν αἰτούμενοι χάριν οὐ δεδυνήμεθα τούτου τυχεῖν: ἐπεὶ δ οὕτως ὑμῖν δοκεῖ, περὶ μὲν εἰσόδου Ταρκυνίων οὐδὲν ἔτι λιπαροῦμεν, προκαλούμεθα δ ὑμᾶς εἰς ἕτερόν τι δίκαιον, ὑπὲρ οὗ τὰς ἐντολὰς ἡμῖν ἔδωκεν ἡ πατρίς, καὶ οὔτε νόμος ὁ κωλύσων αὐτὸ ποιεῖν ὑμᾶς ἐστιν οὔθ ὁρ´κος, ἀποδοῦναι τῷ βασιλεῖ τὴν οὐσίαν, ἣν ὁ πάππος αὐτοῦ πρότερον ἐκέκτητο οὐθὲν τῶν ὑμετέρων οὔτε βίᾳ κατασχὼν οὔτε λάθρα, παρὰ δὲ τοῦ πατρὸς διαδεξάμενος καὶ πρὸς ὑμᾶς μετενέγκας. ἀπόχρη γὰρ αὐτῷ τὰ ἑαυτοῦ κομισαμένῳ ζῆν ἑτέρωθί που μακαρίως μηθὲν ἐνοχλοῦντι ὑμῖν.

τοιαῦτα μὲν οἱ πρέσβεις διαλεχθέντες ἐξῆλθον:

τῶν δ ὑπάτων Βροῦτος μὲν κατέχειν τὰ χρήματα συνεβούλευσε τιμωρίας τε χάριν ἀνθ ὧν οἱ τύραννοι τὸ κοινὸν ἠδίκησαν πολλῶν ὄντων καὶ μεγάλων, καὶ τοῦ συμφέροντος ἕνεκεν, ἵνα μὴ γένοιτ αὐτοῖς ἀφορμὴ πρὸς τὸν πόλεμον, διδάσκων ὡς οὐκ ἀγαπήσουσι Ταρκύνιοι τὰς οὐσίας ἀπολαβόντες οὐδ ὑπομενοῦσιν ἰδιώτην βίον ζῆν, ἀλλὰ πόλεμον ἐπάξουσι Ῥωμαίοις ἀλλοεθνῆ καὶ πειράσονται βίᾳ κατελθεῖν ἐπὶ τὴν ἀρχήν. Κολλατῖνος δὲ τἀναντία παρῄνει λέγων, ὡς οὐδὲν τὰ χρήματα τῶν τυράννων ἠδίκει τὴν πόλιν, ἀλλὰ τὰ σώματα, φυλάττεσθαί τ αὐτοὺς ἀξιῶν ἀμφότερα, μὴ δόξης τε πονηρᾶς παρὰ πάντων τύχωσιν ὡς διὰ τὸν πλοῦτον ἐξεληλακότες ἐκ τῆς ἀρχῆς Ταρκυνίους, καὶ πρόφασιν πολέμου δικαίαν παράσχωσιν αὐτοῖς ὡς ἀποστερουμένοις τῶν ἰδίων:

ἄδηλον μὲν εἶναι φάσκων, εἰ κομισάμενοι τὰ χρήματα πολεμεῖν ἐπιχειρήσουσιν ἔτι πρὸς αὐτοὺς περὶ τῆς καθόδου, πρόδηλον δὲ θάτερον ὡς οὐκ ἀξιώσουσιν εἰρήνην ἄγειν τὰς οὐσίας ἀφαιρεθέντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION