호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔχει δ ἡ τῶν Ἰνδῶν χώρα πλείστους καὶ μεγίστους ἐλέφαντας, ἀλκῇ τε καὶ μεγέθει πολὺ διαφέροντας.? ὀχεύεται δὲ τοῦτο τὸ ζῷον οὐχ ὥσπερ τινές φασιν, ἐξηλλαγμένως, ἀλλ ὁμοίως ἵπποις καὶ τοῖς ἄλλοις τετράποσι ζῴοις: κυοῦσι δὲ τοὺς μὲν ἐλαχίστους μῆνας ἑκκαίδεκα, τοὺς δὲ πλείστους ὀκτωκαίδεκα. τίκτουσι δὲ καθάπερ ἵπποι κατὰ τὸ πλεῖστον ἕν, καὶ τρέφουσι τὸ γεννηθὲν αἱ μητέρες ἐπ ἔτη ἕξ.
ζῶσι δ οἱ πλεῖστοι καθάπερ ὁ μακροβιώτατος ἄνθρωπος, οἱ δὲ μάλιστα γηράσαντες ἔτη διακόσια. εἰσὶ δὲ παρ Ἰνδοῖς καὶ ἐπὶ τοὺς ξένους ἄρχοντες τεταγμένοι καὶ φροντίζοντες ὅπως μηδεὶς ξένος ἀδικῆται:
τοῖς δ ἀρρωστοῦσι τῶν ξένων ἰατροὺς εἰσάγουσι καὶ τὴν ἄλλην ἐπιμέλειαν ποιοῦνται, καὶ τελευτήσαντας θάπτουσιν, ἔτι δὲ τὰ καταλειφθέντα χρήματα τοῖς προσήκουσιν ἀποδιδόασιν. οἵ τε δικασταὶ τὰς κρίσεις παρ αὐτοῖς ἀκριβῶς διαγινώσκουσι, καὶ πικρῶς τοῖς ἁμαρτάνουσι προσφέρονται.
περὶ μὲν οὖν τῆς Ἰνδικῆς καὶ τῶν κατ αὐτὴν ἀρχαιολογουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기