호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπὸ δὲ τὴν τούτων φορὰν λέγουσι τετάχθαι τριάκοντα ἀστέρασ, οὓσ προσαγορεύουσι βουλαίουσ θεούσ· τούτων δὲ τοὺσ μὲν ἡμίσεισ τοὺσ ὑπὲρ γῆν τόπουσ ἐφορᾶν, τοὺσ δ’ ἡμίσεισ τοὺσ ὑπὸ τὴν γῆν, τὰ κατ’ ἀνθρώπουσ ἐπισκοποῦντασ ἅμα καὶ τὰ κατὰ τὸν οὐρανὸν συμβαίνοντα· διὰ δ’ ἡμερῶν δέκα πέμπεσθαι τῶν μὲν ἄνω πρὸσ τοὺσ κάτω καθάπερ ἄγγελον ἕνα τῶν ἀστέρων, τῶν δ’ ὑπὸ γῆν πρὸσ τοὺσ ἄνω πάλιν ὁμοίωσ ἕνα, καὶ ταύτην ἔχειν αὐτοὺσ φορὰν ὡρισμένην καὶ περιόδῳ κεκυρωμένην αἰωνίῳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기