호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν τό τε σκῆπτρον καὶ τὴν βασίλειον στολὴν κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ δεῖπνα, ἐν οἷσ τοὺσ τῶν δυνάμεων ἡγεμόνασ καὶ πάντασ τοὺσ ἐπιφανεστάτουσ πεῖσαι συμπράττειν ἑαυτῇ· τῇ δ’ ὑστεραίᾳ τοῦ τε πλήθουσ καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡσ βασίλισσαν θεραπευόντων τὸν μὲν ἄνδρα καταβαλεῖν εἰσ τὴν εἱρκτήν, αὐτὴν δὲ φύσει μεγαλεπίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχήν, καὶ μέχρι γήρωσ βασιλεύσασαν πολλὰ καὶ μεγάλα κατεργάσασθαι. περὶ μὲν οὖν τῶν κατὰ Σεμίραμιν τοιαύτασ ἀντιλογίασ εἶναι συμβαίνει παρὰ τοῖσ συγγραφεῦσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기