호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δὲ καὶ πέραν τοῦ ποταμοῦ λίμνη στερεὸν ἔχουσα τὸν περὶ αὑτὴν τύπον, εἰσ ἣν ὅταν τισ ἐμβῇ τῶν ἀπείρων, ὀλίγον μὲν νήχεται χρόνον, προϊὼν δ’ εἰσ τὸ μέσον καθάπερ ὑπό τινοσ βίασ κατασπᾶται· ἑαυτῷ δὲ βοηθῶν καὶ πάλιν ἀναστρέψαι προαιρούμενοσ ἀντέχεται μὲν τῆσ ἐκβάσεωσ, ἀντισπωμένῳ δ’ ὑπό τινοσ ἐοίκε· καὶ τὸ μὲν πρῶτον ἀπονεκροῦται τοὺσ πόδασ, εἶτα τὰ σκέλη μέχρι τῆσ ὀσφύοσ, τὸ δὲ τελευταῖον ὅλον τὸ σῶμα νάρκῃ κρατηθεὶσ φέρεται πρὸσ βυθόν, καὶ μετ’ ὀλίγον τετελευτηκὼσ ἀναβάλλεται. περὶ μὲν οὖν τῶν ἐν τῇ Βαβυλωνίᾳ θαυμαζομένων ἀρκείτω τὰ ῥηθέντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기