호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναριθμήτων δὲ τὸ πλῆθοσ ἀνθρώπων ἀρυομένων καθάπερ ἔκ τινοσ πηγῆσ μεγάλησ ἀκέραιον διαμένει τὸ πλήρωμα. ἔστι δὲ καὶ πλησίον τῆσ πηγῆσ ταύτησ ἀνάδοσισ τῷ μὲν μεγέθει βραχεῖα, δύναμιν δὲ θαυμάσιον ἔχουσα. προβάλλει γὰρ ἀτμὸν θειώδη καὶ βαρύν, ᾧ τὸ προσελθὸν ζῷον ἅπαν ἀποθνήσκει, περιπῖπτον ὀξείᾳ καὶ παραδόξῳ τελευτῇ· πνεύματοσ γὰρ κατοχῇ χρόνον ὑπομεῖναν διαφθείρεται, καθάπερ κωλυομένησ τῆσ τοῦ πνεύματοσ ἐκφορᾶσ ὑπὸ τῆσ προσπεσούσησ ταῖσ ἀναπνοαῖσ δυνάμεωσ· εὐθὺσ δὲ διοιδεῖ καὶ πίμπραται τὸ σῶμα, μάλιστα τοὺσ περὶ τὸν πνεύμονα τόπουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기