호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπέστησε δὲ καὶ πύλασ τριττάσ, ὧν ὑπῆρχον διτταὶ χαλκαῖ διὰ μηχανῆσ ἀνοιγόμεναι. ταῦτα μὲν οὖν τὰ βασίλεια καὶ τῷ μεγέθει καὶ ταῖσ κατασκευαῖσ πολὺ προεῖχε τῶν ὄντων ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ. ἐκεῖνα γὰρ εἶχε τὸν μὲν περίβολον τοῦ τείχουσ τριάκοντα σταδίων ἐξ ὀπτῆσ πλίνθου, ἀντὶ δὲ τῆσ περὶ τὰ ζῷα φιλοτεχνίασ χαλκᾶσ εἰκόνασ Νίνου καὶ Σεμιράμιδοσ καὶ τῶν ὑπάρχων, ἔτι δὲ Διόσ, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι Βῆλον· ἐνῆσαν δὲ καὶ παρατάξεισ καὶ κυνήγια παντοδαπά, ποικίλην ψυχαγωγίαν παρεχόμενα τοῖσ θεωμένοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기