- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 96

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 96)

εἰ γὰρ οἱ κρατῆρες ἀπὸ τοῦ συμβεβηκότος τῆς ὀνομασίας ἔτυχον οὗτοί τε κερασθέντες παρέκειντο πλήρεις, οὐ ζέον τὸ ποτὸν παρεῖχον, λεβήτων τρόπον ὑποκαιόμενοι.? ὅτι γὰρ οἴδασι θερμὸν ὕδωρ Εὔπολις μὲν ἐν Δήμοις παρίστησι: τὸ χαλκίον θέρμαινέ θ ἡμῖν καὶ θύη πέττειν τινὰ κέλευ, ἵνα σπλάγχνοισι συγγενώμεθα. Ἀντιφάνης δ ἐν Ὀμφάλῃ : ἐν χύτρᾳ δέ μοι ὅπως ὕδωρ ἕψοντα μηδέν ὄψομαι. οὐ γὰρ κακὸν ἔχω μηδ ἔχοιμ. ἐὰν δ ἄρα στρέφῃ με περὶ τὴν γαστέρ ἢ τὸν ὀμφαλόν, παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς. ἐν δ Ἀλειπτρίᾳ φέρεται τὸ δρᾶμα καὶ ὡς Ἀλέξιδος : ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον, κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος ζέοντος ὕδατος: εἰ δὲ μή,1 μηδέποθ ὕδωρ πίοιμι ἐλευθέριον.

Πλάτων δ ἐν δ Πολιτείας: πλέονος ἄν τινος ἐπιθυμία ἐν τῇ ψυχῇ εἰή· οἱο῀ν δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ ἢ πολλοῦ ἢ ὀλίγου ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος· ἢ ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ θερμοῦ ἐπιθυμίαν προσπαρέχοιτ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ ψυχροῦ, ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ ἡ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου· αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία ἢ οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος·

Σῆμος δὲ ὁ Δήλιος ἐν β Νησιάδος ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτά, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορα, τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν, ὡς Σώφιλος ἐν Ἀνδροκλεῖ. Ἄλεξις δ ἐν Λοκροῖς: αἱ δὲ παῖδες παρέχεον ἡ μὲν τὸ θερμόν, ἡ δ ἑτέρα τὸ μετάκερας.

καὶ Φιλήμων ἐν Κορινθίᾳ. Ἄμφις δ ἐν Βαλανείῳ: ἀνεβόησ1 ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION