- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 95

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 95)

εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε.? κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητὴν οὐκ ἀείδω τὰ παλαιά: καινὰ γὰρ μάλα κρείσσω, νέος ὁ Ζεὺς βασιλεύει: τὸ πάλαι δ ἦν Κρόνος ἄρχων, ἀπίτω μοῦσα παλαιά. Ἀντιφάνης τ ἐν Ἀλκήστιδι ἔφη: ἐπὶ τὸ καινουργεῖν φέρου, οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,, πολλῶν παλαιῶν ἐστι χρησιμώτερον ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω, κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων ἐγὼ δ ἂν ἀντείποιμι μὴ πολυπραγμόνει, ἀλλ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ. ἀλλὰ μὴ φθονήσῃς, ἔφη ὁ Οὐλπιανός, δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι: τῶν γὰρ τοιούτων φωνῶν ἐγὼ διψῶ.

καὶ ὁ Κύνουλκος ἀλλὰ προπίνω σοι, ἔφη, φιλοτησίαν διψᾷς γὰρ λόγων παρ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης : ὕδατος ἀπέφθου κύαθον ἂν δ ὠμὸν πίῃ, βαρὺ καὶ κοπῶδες.

παρ ᾧ καὶ κρήνη τις Υὅεσσα καλεῖται, ἐπίστανται δ οἱ παλαιοὶ καὶ τὸ πάνυ ψυχρὸν ὕδωρ ἐν ταῖς προπόσεσιν, ἀλλ οὐκ ἐρῶ, ἐὰν μὴ καὶ σύ με διδάξῃς εἰ ἔπινον θερμὸν ὕδωρ ἐν ταῖς εὐωχίαις οἱ ἀρχαῖοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION