- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 84

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 84)

μετὰ τὰς τοσαύτας διαλέξεις ἔδοξεν ἤδη ποτὲ καὶ δειπνεῖν, καὶ περιενεχθέντος τοῦ καλουμένου ὡραίου ὁ Λεωνίδης ἔφη:? Εὐθύδημος ὁ Ἀθηναῖος, ἄνδρες φίλοι, ἐν τῷ περὶ ταρίχων Ἡσίοδόν φησι περὶ πάντων τῶν ταριχευομένων τάδ εἰρηκέναι: ἄμφακες μὲν πρῶτον στόμα κέκριται αντα καὶ θιοην,4 γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες, οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ ὑπόγαστρα τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται. ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου, ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν. θύννων δ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη. Ιὄνιον δ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος ὀρκύνοιο τρίγωνα, τά τ ἐν στάμνοισι τεθέντα ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.

ταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου, πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν· δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.

καὶ ὁ Διονυσοκλῆς ἔφη: ὅτου μέν ἐστι τὰ ποιήματα, ὦ ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν ἀλλ ἐπεὶ περὶ ταρίχων ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου: σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ, ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION