호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι:? Σέλευκος μὲν δράμιν ὑπὸ Μακεδόνων οὕτως καλούμενον, δάρατον δ ὑπὸ Θεσσαλῶν. ἐτνίταν δέ φησι ἄρτον εἶναι λεκιθίτην, ἐρικίταν δὲ καλεῖσθαι τὸν ἐξ ἐρηριγμένου καὶ ἀσήστου πυροῦ γιγνόμενον καὶ χονδρώδους. Ἀμερίας δὲ καλεῖ ξηροπυρίταν τὸν αὐτόπυρον ἄρτον ὁμοίως δὲ καὶ Τιμαχίδας. Νίκανδρος δὲ θιαγόνας φησὶν ἄρτους ὑπ Αἰτωλῶν καλεῖσθαι τοὺς τοῖς θεοῖς γινομένους. Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντ ἄρτον κυλλάστιν καλοῦσιν. μνημονεύει δ αὐτοῦ Ἀριστοφάνης Δαναίσι: καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν. μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος καὶ Ἡρόδοτος καὶ Φανόδημος ἐν ζ Ἀτθίδος, ὁ δὲ Θυατειρηνὸς Νίκανδρος τὸν ἐκ τῆς κριθῆς ἄρτον γινόμενον ὑπὸ τῶν Αἰγυπτίων κυλλᾶστίν φησι καλεῖσθαι. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως :
ἔπειτα πῶς ἦλθες· β. μόλις ὀπτωμένους κατέλαβον. α. ἐξόλοι ἀτὰρ πόσους φέρεις· β. ἑκκαίδεκ. α. οἶσε δεῦρο. β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους. βλημα δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δ ἐν α παντοδαπῶν χρηστηρίων πύρνον φησι καλεῖσθαι τὸν ἐκ πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, βραττίμην τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, βραττίμην τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν εὔκονον ὀνομάζουσιν Ἀμερίας καὶ Τιμαχίδας. Φιλίτας δ ἐν τοῖς Ἀτάκτοις σπολέα καλεῖσθαί τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기