- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 77

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 77)

Ἀρχέστρατος δ ἐν τῇ Γαστρονομίᾳ περὶ ἀλφίτων καὶ ἄρτων οὕτως ἐκτίθεται:? πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο Δήμητρος, φίλε Μόσχε: σὺ δ ἐν φρεσὶ βάλλεο σῇσιν. ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων, εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,2 ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ, λευκότερ αἰθερίας χιόνος, θεοὶ εἴπερ ἔδουσιν ἄλφιτ, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει, ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ κἀν Θάσῳ ἐ`ν τ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα φαίνονται πρὸς ἐκεῖνα: σαφεῖτάδ ἐπίστασο δόξῃ.

στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι κεῖνοι κριμνίταν, οἱ δ ἄλλοι χόνδρινον ἄρτον. εἶτα τὸν ἐκ Τεγέης σεμιδάλεος υἱὸν ἐπαινῶ ἐγκρυφίαν.

τὸν δ εἰς ἀγορὰν ποιεύμενον ἄρτον αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι. ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν λευκὸς ἁβραῖς θάλλων ὡρ´αις τέρψει παρὰ δεῖπνον. ταῦτ εἰπὼν ὁ τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδὸν ἠγνόει γὰρ τοὺς ἀπὸ τῆς Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας, λέγει δ οὕτως: ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ, ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ ἦμαρ παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION