- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 76

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 76)

ὁ δὲ Ὀβελίας ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ἢ ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο.? Ἀριστοφάνης Γεωργοῖς: εἶτ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν. Φερεκράτης Ἐπιλήσμονι: ὠλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν. ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν ς Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις. ἐτνίτας ἄρτος ὁ προσαγορευόμενος. λεκιθίτας, ὥς φησιν Εὐκράτης. πανὸς ἄρτος: Μεσσάπιοι. καὶ τὴν πλησμονὴν πανίαν καὶ πάνια τὰ πλήσμια: Βλαῖσος ἐν Μεσοτρίβᾳ καὶ Δεινόλοχος ἐν Τηλέφῳ Ῥίνθων τε ἐν Ἀμφιτρύωνι. καὶ Ῥωμαῖοι δὲ πᾶνα τὸν ἄρτον καλοῦσι. ναστὸς ἄρτος ζυμίτης καλεῖται μέγας, ὥς φησι Πολέμαρχος καὶι Ἀρτεμίδωρος, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος δ ἐν Κλίνῃ: ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα, λευκός: τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ. ὀσμὴ δέ, τουπίβλημ ἐπεὶ περιῃρέθη, ἄνω βάδιζε καὶ μέλιτι μεμιγμένη ἀτμίς τις εἰς τὰς ῥῖνας:

ἔτι γὰρ θερμὸς ἦν. κνηστὸς ἄρτος ποιὸς παρὰ Ιὤσι, Ἀρτεμίδωρος ὁ Ἐφέσιός φησιν ἐν Ιὠνικοῖς ὑπομνήμασι. θρόνος ἄρτου ὄνομα. Νεάνθης ὁ Κυζικηνὸς ἐν β Ἑλληνικῶν γράφων οὕτως: ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει καὶ κρέας καὶ τῷ πρεσβυτάτῳ νέμουσι. Βάκχυλος δ ἐστὶν ἄρτος σποδίτης παρ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν β Γλωσσῶν ἱστορεῖ, μνημονεύει δ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως:

ἄρτους σποδίτας κρησερίτας περιφέρειν. ἄρτου δ εἶδός ἐστι καὶ ὁ ἀποπυρίας καλούμενος, ἐπ ἀνθράκων δ ὀπτᾶται. καλεῖται δ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος Μαλθακοῖς: πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνέφαλλον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION