호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἄρτου δεῖ καὶ οὐ τοῦ Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ιἀπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι.? "ἐν δὲ τῷ α τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι. "μνημονεύει δ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζ καὶ Δημήτριος ὁ κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων: "κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους: "ἄρτος δ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς. β. ξένος γε χαρίεις. "α. ἦν ἐκεῖ μέγας καὶ λαμπρὸς ἦν. οὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Ἱμαλίδος, οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου. ἐπεὶ δὲ ἤδη ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη: τοῖς ἄρτοις ὅσας ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί, φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ. ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ἄρτων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기