- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 68

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 68)

"τῶν δ ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι.? "μείζων δ ἐστὶν ὁ λέων τοῦ ἀστακοῦ, οἱ δὲ κάραβοι καὶ γραψαῖοι λέγονται: "τῶν καρκίνων δ εἰσὶν σαρκωδέστεροι. "ὁ δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος. "καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια δύσπεπτα μὲν πάντα, τῶν δ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἢ ἕψεσθαι. κουρίδας δὲ τὰς καρῖδας εἴρηκε Σώφρων ἐν γυναικείοις οὕτως: :

ἴδε καλᾶν κουρίδων, ἴδε καμμάρων, ἴδε φίλα: θᾶσαι μὰν ὡς ἐρυθραὶ τ ἐντὶ καὶ λειοτριχιῶσαι. Ἐπίχαρμος δ ἐν Γᾷ καὶ Θαλάσσᾳ: κουρίδες τε ταὶ φοινίκιαι. ἐν δὲ Λόγῳ καὶ Λογίννᾳ διὰ τοῦ ω εἴρηκεν ἀφύας τε κωρίδας τε καμπύλας. Σιμωνίδης δέ: θύννοισι τευθίς, κωβιοῖσι κωρίδες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION