호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσούτων λεχθέντων καὶ περὶ τούτων οὐδὲ τῶν ἰατρῶν οἱ παρόντες ἀσύμβολοι μετειλήφασιν.? ἔφη γὰρ ὁ Διονυσοκλῆς: "Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ἔφη: "κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσι. καὶ ὁ Λεωνίδης: "δήμων ἐν δ Ἀτθίδος Σ32 Ἀφείδαντα, φησί, βασιλεύοντα Ἀθηνῶν Θυμοίτης ὁ νεώτερος ἀδελφὸς νόθος ὢν ἀποκτείνας αὐτὸς ἐβασίλευσεν. "ἐφ οὗ Μέλανθος Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅπου κατοικήσει, ἡ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. "καὶ τοῦτ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι: "τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατανηλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν. μήτρα ἑξῆς ἐπεισηνέχθη, μητρόπολίς τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. εἰς ἣν ἀποβλέψας ὁ Οὐλπιανὸς ἄγε δή, ἔφη, ἄνδρες φίλοι, παρὰ τίνι κεῖται ἡ μήτρα·
ἱκανῶς γὰρ γεγαστρίσμεθα καὶ καιρὸς ἤδη στὶ καὶ λέγειν ἡμᾶς. τοῖς δὲ κυνικοῖς τοῦτο παρακελεύομαι σιωπᾶν κεχορτασμένοις ἀφειδῶς, πλὴν εἰ μὴ καὶ τῶν σιαγόνων καὶ τῶν κεφαλῶν κατατρῶξαι βούλονται καὶ τὰ ὀστᾶ, ὧν οὐδεὶς φθόνος αὐτοῖς ἀπολαύειν ὡς κυσί τοῦτο γάρ εἰσι καὶ εὔχονται καλεῖσθαι. νόμος δὲ λείψαν ἐκβάλλειν κυσίν, ἐν Κρήσσαις ὁ Εὐριπίδης ἔφη.
πάντα γὰρ ἐσθίειν καὶ πίνειν θέλουσιν, ἐπὶ νοῦν οὐ λαμβάνοντες ὅπερ ὁ θεῖος Πλάτων ἔφη ἐν ΠρωταγόρᾳΣ32 τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι αὑτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσι.
, τοῦτο δ ὑμεῖς ποιεῖτε, ὦ Κύνουλκε: τῶν λόγων ἡδονήν, ζῶντες κατὰ τὸν αὐτὸν Πλάτωνα, ὃς ἐν τῷ Φιλήβῳ φησίν, οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετ ὀστρεϊ´νων ἔμψυχά ἐστι σωμάτων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기