- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 20

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 20)

μῆλα:? ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν μῆλα Δελφικὰ καλεῖ. Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μηδέπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλότερα μὲν εἶναι τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στῦψιν μὴ ἔχειν, κακοχυλότερα δὲ εἶναι τὰ ὀξέα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα, προσλαμβάνοντα δ εὐστομεῖν διὰ τὴν ποσὴν στῦψιν εὐστομαχώτερα. εἶναι δὲ αὐτῶν τὰ μὲν θερινὰ κακοχυλότερα, τὰ δὲ φθινοπωρινὰ εὐχυλότερα. τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτητα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια λεγόμενα, προσέτι δὲ τὰ πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ Μορδιανὰ καλούμενα γίνεται μὲν κάλλιστα ἐν Ἀπολλωνίᾳ τῇ Μορδίῳ λεγομένῃ, ἀναλογεῖ δὲ τοῖς ὀρβικλάτοις. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρουθία λέγεται, κοινῶς ἁπάντων ἐστὶ τῶν μήλων εὐστομαχώτατα καὶ μάλιστα τὰ πέπονα.

Γλαυκίδης δέ φησιν ἄριστα τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία. Φυλότιμος δ ἐν γ καὶ ι περὶ τροφῆς τὰ μῆλα, φησί, τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέπονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν.

καθόλου τε τὰ μῆλα τῶν ἀπίων δυσπεπτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσαράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται χυμὸς ἐξ αὐτῶν ὁ λεγόμενος ὑπὸ Πραξαγόρου ὑαλώδης, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει τοὺς χυμούς:

ἀπεδείχθη δὲ καθόλου τὰ μῆλα δυσκατεργαστότερα τῶν ἀπίων, καὶ ὅτι τὰ στρυφνὰ μᾶλλον ἔτι παχυτέρους παρασκευάζειν εἰώθεν αὐτούς. στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν.

Γλαυκίδης γὰρ ἱστορεῖ ἄριστα λέγων τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION