- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 6

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 6)

σῦκα.? φησὶν ὁ Μάγνος: "οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι ἄν, κἂν ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ: "φιλόσυκος γάρ εἰμι δαιμονίως: "λέξω τά μοι προσπίπτοντα - ἡ συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου τοῖς ἀνθρώποις ἐγένετο. "δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν ᾧ πρῶτον εὑρέθη, τὸν δ ἀπ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς, τῶν δὲ σύκων ἐστὶ γένη πλείονα. "Ἀττικὸν μέν, οὗ μνημονεύει Ἀντιφάνης ἐν Ὁμωνύμοις: "ἐπαινῶν δὲ τὴν χώραν τὴν Ἀττικὴν τάδε λέγει: "οἱᾶ δ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης, τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. "β. σῦκα μέν, νὴ τὸν Δία, πάνυ φέρει. "Ἴστρος δ ἐν τοῖς Ἀττικοῖς οὐδ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες: "καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. "Ἄλεξις δ ἐν Ποιητῇ φησιν ὁ συκοφάντης οὐ δικαίως τοὔνομα ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον. "ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ ἀνήρ, τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ οὕτως ἔχει. "Φιλόμνηστος δ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν ἐπεὶ καὶ ὁ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἐοίκε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν. Λακωνικοῦ δὲ σύκου μνημονεύει ἐν Γεωργοῖς Ἀριστοφάνης ταδὶ λέγων συκᾶς φυτεύω, πάντα πλὴν Λακωνικῆς: "τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν. οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα, μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί τό τε θειοφανὲς μητρῷον ἐμοὶ μελέδημ ἰσχάς, Φρυγίας εὑρήματα συκῆς . τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις: "ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας: "κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα. Τηλεκλείδης δ ἐν Ἀμφικτύοσι: "ὡς καλοὶ καὶ φιβάλεῳ. καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί: "πρώτιστα δὲ τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι, ἃς διαμασῶμ ὅταν τι βουλεύειν δέῃ, τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ, εἶτ ἔρχεται χελιδονείων μετ ὀλίγον σκληρῶν ἁδρὸς πινακίσκος. "Ἀνδροτίων δὲ ἢ Φίλιππος ἢ ῾ Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως: "ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων ὀπωροβασιλίδας δὲ πανταχοῦ, ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος: "ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ. "τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως: "τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. "καὶ ταῦτ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα. "τῶν δ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ ὁ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου: "τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα, ἐπαινεῖται δὲ καὶ ἄλλα. "σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων, τά τε καλούμενα Χῖα καὶ τὰ Λιβιανά, ἔτι δὲ καὶ τὰ Χαλκιδικὰ ὀνομαζόμενα καὶ τὰ Ἀφρικανά, ὡς καὶ Ἡρόδοτος ὁ Λύκιος μαρτυρεῖ ἐν τῷ περὶ σύκων συγγράμματι. "Παρμένων δ ὁ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν: "ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα Καναῖα φόρτον. "ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε: "πλὴν τὸ γ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν, ὥστ ᾐσχυνόμην. "τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους. "τῶν δ ἐν Πάρῳ τῇ νήσῳ - διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν Ἀρχίλοχος μνημονεύει λέγων οὕτως : "ἐά Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον. "τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου σῦκα κρέας πρὸς τὰ ἄλλα, τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα. λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν ἡ τὰ λευκὰ σῦκα φέρουσα, μνημονεύει δ αὐτῆς Ἕρμιππος ἐν Ιἄμβοις οὕτως τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας. "τῶν δ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι: "ἢ προσπηγνύναι κράδαις ἐριναῖς. καὶ Ἐπίχαρμος ἐν Σφιγγί: "ἀλλ οὐχ ὅμοιὰ γ ἐρινοῖς οὐδαμῶς. Σοφοκλῆς δ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών πέπων ἐρινὸς ἀχρεῖος ὢν ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ. πέπων δ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι: "καὶ τί δεῖ λέγειν ἔθ ἡμᾶς τοὺς τὰ σῦχ ἑκάστοτε ἐν τοῖς συρίχοις πωλοῦντας· "οἳ κάτωθε μὲν τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. εἶθ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ ὠνούμενος τιμήν, ὁ δ ἐγκάψας τὸ κέρμ εἰς τὴν γνάθον ἐρίν ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων, τὸ δὲ δένδρον ἡ ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. "Στράττις Τρωίλῳ: "ἐρινὸν οὖν τιν αὐτῆς πλησίον νενόηκας ὄντα· "καὶ Ὅμηρος: "τῷ δ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς. Ἀμερίας δ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους. "Ἑρμῶναξ δ ἐν Γλώτταις Κρητικαῖς σύκων γένη ἀναγράφει ἁμάδεα καὶ νικύλεα. "Φιλήμων δ ἐν Ἀττικαῖς λέξεσι καλεῖσθαι φησί τινα σῦκα βασίλεια, ἀφ ὧν καλεῖσθαι καὶ τὰς βασιλίδας ἰσχάδας, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. "Σέλευκος δ ἐν ταῖς Γλώσσαις καὶ γλυκυσίδην τινὰ καλεῖσθαί φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν, φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς, ὡς καὶ Πλάτων ὁ κωμῳδιοποιός φησιν ἐν Κλεοφῶντι. "τὰ δὲ χειμερινὰ σῦκα Πάμφιλος καλεῖσθαί φησιν κωδωναῖα ὑπὸ Ἀχαιῶν, τοῦτο λέγων Ἀριστοφάνην εἰρηκέναι ἐν Λακωνικαῖς Γλώσσαις. "κοράκεων δὲ σύκων εἶδος Ἕρμιππος ἐν Στρατιώταις παραδίδωσι διὰ τούτων τῶν φιβάλεων μάλιστ ἂν ἢ τῶν κοράκεων. "Θεόφραστος δ ἐν δευτέρω φυτῶν ἱστορίας συκῶν φησι γένος τοιοῦτόν τι εἶναι οἱο῀ν ἡ Ἀράτειος καλουμένη, ἐν δὲ τῷ τρίτῳ περὶ τὴν Τρωικήν φησιν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας : φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος, στρογγυλώτερα δέ, εἶναι δὲ τὴν γεῦσιν μεσπιλώδη. "ἡ ἐν Κρήτῃ καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων, βλαστὸν δέ τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥίζιον, πρὸς ᾧ ὁ καρπός, τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις, ἡ δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ τὰ ἔσωθεν τοῖς ἐρινοῖς: "μέγεθος δὲ ἡλίκον κοκκύμηλον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION