- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 2

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 2)

Θεόφραστος δ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει:? "ὁ κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. "καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει, καὶ αὕτη πέττεται καὶ τελεοκαρπεῖ. "καυλὸς δ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς δ πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ: "διαφύσεις δ ἔνδοθεν ἔχει δι ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. "ἐπὶ τούτῳ δ ἡ κωδύα καὶ τὸ ἄνθος διπλάσιον ἢ μήκωνος: "χρῶμα δ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται δὲ φύλλα μεγάλα: "ἡ δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. "γίνεται δὲ καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ οὐκ ἐκπέττουσιν αἱ χῶραι: "ἡ τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομὸς τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος δὲ διὰ τὸ παραστύφειν κρεῖττον δ ἐστὶ τὸ ἥκιστα ἐριῶδες.

"οἱ δὲ γινόμενοι, φησί, κύαμοι ἐκ τῶν κιβωρίων χλωροὶ μέν εἰσι δύσπεπτοι, ὀλιγότροφοι, διαχωρητικοί, πνευματικώτατοι, ξηρανθέντες δὲ ἧττον πνευματοῦσι. γίνεται δὲ ὄντως ἐκ τῶν κιβωρίων καὶ ἄνθος στεφανωτικόν. στέφανοι πάνυ εὐώδεις καὶ καύσωνος ὡρ´ᾳ ψυκτικώτατοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION