호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντιφάνης δ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησὶν οὐκοῦν τὸ μὲν γλαυκίδιον,2 ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί.? β. τὸ δὲ λαβράκιον· α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν· α. ἐν ὑποτρίμματι ζέσαι. Β. τὸ δὲ ἐγχέλειον· α. ἅλες,5 ὀρίγανον, ὕδωρ. β. ὁ γόγγρος· α, ταὐτόν. β. ἡ βατίς· α. χλόη. β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. Β. κρέας ἐρίφειον· Α. ὀπτόν. β. θάτερον· α. τἀναντία.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기