호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων ἀκούσας ὁ Οὐλπιανὸς ἔφη:? "ἀλλ ἐπειδὴ καὶ κοπτήν τινα καλεῖτε, ὁρῶ δὲ ἑκάστῳ κειμένην ἐπὶ τῆς τραπέζης, λέγετε ἡμῖν, ὦ λίχνοι, τίς τοῦ ὀνόματος τούτου τῶν ἐνδόξων μνημονεύει. καὶ ὁ Δημόκριτος ἔφη: "τὸ μὲν θαλάσσιον πράσον κοπτήν φησι καλεῖσθαι Διονύσιος ὁ Ἰτυκαῖος ἐν ἑβδόμῳ Γεωργικῶν. τοῦ δὲ ἡμῖν παρακειμένου μελιπήκτου μέμνηται Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ Γρίφων: "οὑτωσὶ λέγων σκεύη κελεύοντι λέγειν ὁποῖα εἰπεῖν τρίπους, χύτρα, λυχνεῖον, ἀκταία, βάθρον, σπόγγος, λέβης, σκαφεῖον, ὅλμος, λήκυθος, σπυρίς, μάχαιρα, τρυβλίον, κρατήρ, ῥαφίς, ἢ πάλιν ὄψων οὕτως: "ἔτνος, φακῆ, τάριχος, ἰχθύς, γογγυλίς, σκόροδον, κρέας, θύννειον, ἅλμη, κρόμμυον, σκόλυμος, ἐλαία, κάππαρις, βολβός, μύκης. "ἐπί τε τῶν τραγημάτων ὁμοίως: "ἄμης, πλακοῦς, ἔντιλτος, ἴτριον, ῥόα, ᾠόν, ἐρέβινθος, σησάμη, κοπτή, βότρυς, ἰσχάς, ἄπιος, πέρσεια, μῆλ, ἀμύγδαλα ταῦτα μὲν ὁ Κλέαρχος. "ὁ δὲ φλυακογράφος Σώπατρος ἐν τῷ ἐπιγραφομένῳ Πύλαι δράματί φησιν τίς δ ἀναρίθμου μήκωνος εὑρ῀ε κοπτὰς ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν· "ἀπέχεις, ὦ καλέ μου λογιστὰ Οὐλπιανέ, τὴν κοπτὴν ἧς συμβουλεύω σοι ἀπεσθίειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기