- 텍스트

Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 56

(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 56)

χόρια βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.? ἀμορβίτης· πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἱ δὲ παῖσα πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ιἀτροκλῆς. σησαμίδες ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις Κόλαξιν ὃς χαρίτων μὲν ὄζει, καλλαβίδας δὲ βαίνει, σησαμίδας δὲ χέζει, μῆλα δὲ χρέμπτεται. Ἀντιφάνης Δευκαλίωνι: σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι. μνημονεύει αὐτῶν καὶ Ἔφιππος ἐν Κύδωνι: πρόκειται τὸ μαρτύριον. μύλλοι.

Ἡρακλείδης ὁ Συρακόσιος ἐν τῷ περὶ Θεσμῶν ἐν Συρακούσαις φησὶ τοῖς Παντελείοις τῶν Θεσμοφορίων ἐκ σησάμου καὶ μέλιτος κατασκευάζεσθαι ἐφήβαια γυναικεῖα, ἃ καλεῖσθαι κατὰ πᾶσαν Σικελίαν μυλλοὺς καὶ περιφέρεσθαι ταῖς θεαῖς. ἐχῖνός· . Λυγκεὺς ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως: "τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσα τραπέζης ἐχῖνον.

"ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου: "παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἅμα μασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον. κοτυλίσκοι. Ἡρακλέων ὁ Ἐφέσιος πλακοῦντὰς τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους. χοιρίναι. τούτων μνημονεύει Ιἀτροκλῆς ἐν τῷ περὶ Πλακούντων καὶ τοῦ πυραμοῦντος καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης: γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ μέλιτι δεδευμένων.

αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION