호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταγηνίτης πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος, ὁ καὶ ταγηνίας, μνημονεύει Μάγνης ἢ ὁ ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ :? ταγηνίας ἤδη τεθέασαι χλιαροὺς σίζοντας ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι· καὶ Κρατῖνος ἐν Νόμοις: καὶ δρόσον βάλλων ἑώθεν χλιαρὸς ταγηνίας. ἔλαφος πλακοῦς ὁ τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου. ναστὸς πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας. 1.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기