호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σταιτίτας πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ μέλιτος, μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ.? σταῖς δ ἐστὶν ὑγρὸν εἰς τήγανον ἐπιχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ιἀτροκλῆς φησίν. Χαρίσιος . τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν : ἐγὼ δὲ νῷν πέψω πλακοῦντ ἐς ἑσπέραν χαρίσιον. Εὔβουλος δ ἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει: ἐξεπήδησ1 ἀρτίως πέττουσα τὸν χαρίσιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기