호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅδεα δὲ κυκλώθ ὁμόφωκτ ἀνάριθμα καὶ μελίπακτα τετυγμέν ἄφθονα σασαμόφωκτα.? τυρακίνας τε γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς ἄμυλος πλαθανίτας. σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπαστα πέμματα κἆτ ἐρέβινθοι κνακοσυμμιγεῖς ἁπαλαῖς θάλλοντες ὡρ´αις, ᾠὰ τ ἀμυγδαλίδες τε τᾶν μαλακοφλοίδων ἐτάττετο τρωκτά τε παισὶν ἁδυεδῆ κάρυ, ἄλλα θ ὅσσα πρέπει παρὰ θοίναν ὀλβιόπλουτον ἔμεν, πόσις δ ἐπεραίνετο κότταβοὶ τε λόγοι τ ἐπὶ κοινᾶς, ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτ ἐπὶ τ ᾔνησαν ταῦτα καὶ ὁ Κυθήριος Φιλόξενος:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기