호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ἔθος τοῦτο καὶ παρὰ τοῖς βαρβάροις ἐσῴζετο, ὥς φησι Δίνων ἐν τοῖς Περσικοῖς.? τὴν γοῦν Κύρου τοῦ πρώτου ἀνδρείαν καὶ τὸν μέλλοντα πόλεμον ἔσεσθαι πρὸς Ἀστυάγην προείδοντο οἱ ᾠδοί. "ὅτε γάρ φησίν ᾐτήσατο τὴν εἰς Πέρσας ἀποδημίαν ὁ Κῦρος ἐγεγόνει δὲ αὐτοῦ πρότερον ἐπὶ τῶν ῥαβδοφόρων, εἶθ ὕστερον ἐπὶ τῶν ὁπλοφόρων καὶ ἀπῆλθεν εὐωχουμένου οὖν τοῦ Ἀστυάγους μετὰ τῶν φίλων τότε Ἀγγάρης τις ὄνομα οὗτος δ ἦν τῶν ᾠδῶν ὁ ἐνδοξότατος ᾖδεν εἰσκληθεὶς τά τε ἄλλα τῶν εἰθισμένων καὶ τὸ ἔσχατον εἶπεν ὡς ἀφεῖται εἰς τὸ ἕλος θηρίον μέγα, θρασύτερον ὑὸς ἀγρίου ὃ ἂν κυριεύσῃ τῶν καθ αὑτὸ τόπων, πολλοῖς μετ ὀλίγον ῥᾳδίως μαχεῖται, ἐρομένου δὲ τοῦ Ἀστυάγους ποῖον θηρίον· " ἔφη Κῦρον τὸν Πέρσην νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι καὶ μεταπεμπόμενος οὐδὲν ὤνησεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기