호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὅμοιον, φησί, ποιοῦμεν Ποσειδωνιάταισ τοῖσ ἐν τῷ Τυρσηνικῷ κόλπῳ κατοικοῦσιν. "οἷσ συνέβη τὰ μὲν ἐξ ἀρχῆσ Ἕλλησιν οὖσιν ἐκβεβαρβαρῶσθαι Τυρρηνοῖσ ἢ Ῥωμαίοισ γεγονόσι, καὶ τήν τε φωνὴν μεταβεβληκέναι τά τε λοιπὰ τῶν ἐπιτηδευμάτων, ἄγειν δὲ μίαν τινὰ αὐτοὺσ τῶν ἑορτῶν τῶν Ἑλληνικῶν ἔτι καὶ νῦν, ἐν ᾗ συνιόντεσ ἀναμιμνήσκονται τῶν ἀρχαίων ἐκείνων ὀνομάτων τε καὶ νομίμων καὶ ἀπολοφυράμενοι πρὸσ ἀλλήλουσ καὶ ἀποδακρύσαντεσ ἀπέρχονται, οὕτω δὴ οὖν, φησί, καὶ ἡμεῖσ, ἐπειδὴ καὶ τὰ θέατρα ἐκβεβαρβάρωται καὶ εἰσ μεγάλην διαφθορὰν προελήλυθεν ἡ πάνδημοσ αὕτη μουσική, καθ’ αὑτοὺσ γενόμενοι ὀλίγοι ἀναμιμνησκόμεθα οἱά ἦν ἡ μουσική.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기