호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διόπερ καὶ οἱ ἀνδρειότατοι Λακεδαιμόνιοι μετ αὐλῶν στρατεύονται, Κρῆτες δὲ μετὰ λύρας, μετὰ δὲ συρίγγων καὶ αὐλῶν Λυδοί, ὡς Ἡρόδοτος ἱστορεῖ, πολλοὶ δὲ καὶ τῶν βαρβάρων τὰς ἐπικηρυκείας ποιοῦνται μετ αὐλῶν καὶ κιθάρας, καταπραύνοντες τῶν ἐναντίων τὰς ψυχάς.? Θεόπομπος δ ἐν τεσσαρακοστῇ ἕκτῃ τῶν Σ32ίστορίῶν "Γέται, φησί, κιθάρας ἔχοντες καὶ κιθαρίζοντες τὰς ἐπικηρυκείας ποιοῦνται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기