- 텍스트

Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 16

(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 16)

"οἱ αὐτοκάβδαλοι, φησί, καλούμενοι ἐστεφανωμένοι κιττῷ στάδην ἐπέραινον ῥήσεις.? "προέλοιντο, στάδην δὲ ἔπραττον, ὁ δὲ φαλλοφόρος ἰθὺ βαδίζων καταπασθεὶς αἰθάλῳ. "ὕστερον δὲ ἰάμβοι ὠνομάσθησαν αὐτοί τε καὶ τὰ ποιήματα αὐτῶν, οἱ δὲ ἰθύφαλλοι, φησί, καλούμενοι προσωπεῖον μεθυόντων ἔχουσιν καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθινὰς ἔχοντες: "χιτῶσι δὲ χρῶνται μεσολεύκοις καὶ περιέζωνται ταραντῖνον καλύπτον αὐτοὺς μέχρι τῶν σφυρῶν, σιγῇ δὲ διὰ τοῦ πυλῶνος εἰσελθόντες, ὅταν κατὰ μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς τὸ θέατρον λέγοντες ἀνάγετ, ἀνάγετ, εὐρυχωρίαν ποιεῖτε. "τῷ θεῷ θέλει γὰρ ὁ θεὸς ὀρθὸς ἐσφυδωμένος διὰ μέσου βαδίζειν. "οἱ δὲ φαλλοφόροι, φησίν, προσωπεῖον μὲν οὐ λαμβάνουσιν, προπόλιον δ ἐξ ἑρπύλλου περιτιθέμενοι καὶ παιδέρωτος ἐπάνω τούτου ἐπιτίθενται στέφανον δασὺν ἰών καὶ κιττοῦ: "καυνάκας τε περιβεβλημένοι παρέρχονται οἱ μὲν ἐκ παρόδου, οἱ δὲ κατὰ μέσας τὰς θύρας, βαίνοντες ἐν ῥυθμῷ καὶ λέγοντες: "σοί, Βάκχε, τάνδε μοῦσαν ἀγλαίζομεν, ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει, καινάν, ἀπαρθένευτον, οὔ τι ταῖς πάρος κεχρημέναν ᾠδαῖσιν, ἀλλ ἀκήρατον κατάρχομεν τὸν ὕμνον. "εἶτα προτρέχοντες: "ἐτώθαζον οὓς:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION