호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀναξανδρίδης δ ἐν Γεροντομανίᾳ καὶ εὑρετὰς τῶν γελοίων φησὶ γενέσθαι Ῥαδάμανθυν καὶ Παλαμήδην, λέγων οὕτως:? καίτοι πολλοί γε πονοῦμεν. τὸ δ ἀσύμβολον εὑρ῀ε γελοῖα λέγειν Ῥαδάμανθυς καὶ Παλαμήδης. γελωτοποιῶν δὲ μέμνηται Ξενοφῶν μὲν ἐν τῷ Συμποσίῳ Φιλίππου, περὶ οὗ καὶ οὑτωσὶ λέγει: "Φίλιππος δ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις τε εἰή καὶ διότι κατάγεσθαι βούλεται: "συνεσκευασμένος δὲ ἔφη παρεῖναι πάντα τἀπιτήδεια ὥστε δειπνεῖν τἀλλότρια. "καὶ τὸν παῖδα δ ἔφη πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι. Ἱππόλοχος δ ὁ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα Ἐπιστολῇ γελωτοποιῶν μέμνηται Μανδρογένους καὶ Στράτωνος τοῦ Ἀττικοῦ. πλῆθος δ ἦν Ἀθήνησι τῆς σοφιστείας: "ἀπὸ τῶν ξ# ἔρχομαι. ἐν δὲ τούτοις ἦσαν Καλλιμέδων τε ὁ Κάραβος καὶ Δεινίας , ἔτι τε Μνασιγείτων καὶ Μέναιχμος, ὥς φησι Τηλεφάνης ἐν τῷ περὶ τοῦ Ἄστεος. τοσαύτη δ αὐτῶν δόξα τῆς ῥᾳθυμίας ἐγένετο ὥστε καὶ Φίλιππον ἀκούσαντα τὸν Μακεδόνα πέμψαι αὐτοῖς τάλαντον, ἵν ἐκγραφόμενοι τὰ γελοῖα πέμπωσιν αὐτῷ.
ὅτι δὲ ἦν περὶ τὰ γελοῖα ἐσπουδακὼς ὁ βασιλεὺς οὗτος μαρτυρεῖ Δημοσθένης ὁ ῥήτωρ ἐν τοῖς Φιλιππικοῖς. φιλόγελως δὲ ἦν καὶ Δημήτριος ὁ Πολιορκητής, ὥς φησι Φύλαρχος ἐν τῇ ς τῶν Ἱστοριῶν, ὅς γε καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς σκηνῆς οὐδὲν διαφέρειν ἔλεγεν ἐξιέναι γὰρ ἀπ αὐτῆς πάντας δισυλλάβους: "ἀλλ ἡ παρ ἐμοὶ πόρνη σωφρονέστερον τῆς παρ ἐκείνῳ Πηνελόπης ζῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기