호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λουθήσων πρωῒ τοῖς ὑπεναντίοις.? οἱ δὲ πολλοὶ κατατεθαρρηκότες καὶ παντοδαπῆς ἐπειλημμένοι χορηγίας, ὡρ´μησαν πρὸς ἀπόλαυσιν καὶ μέθην καὶ τὴν ταῖς τοιαύταις ὁρμαῖς παρεπομένην ῥᾳθυμίαν. ὁ δὲ Μόλων διανύσας ἱκανόν τινα τόπον καὶ δειπνοποιησάμενος παρῆν ἐξ ὑποστροφῆς, καὶ καταλαβὼν ἐρριμμένους καὶ μεθύοντας πάντας, προσέβαλε τῷ χάρακι τῶν πολεμίων ὑπὸ τὴν ἑωθινήν.
οἱ δὲ περὶ τὸν Ξενοίταν ἐκπλαγέντες ἐπὶ τοῖς συμβαίνουσι διὰ τὸ παράδοξον, ἀδυνατοῦντες δὲ τοὺς πολλοὺς ἐγείρειν διὰ τὴν κατέχουσαν αὐτοὺς μέθην, αὐτοὶ μὲν ἀλόγως ὁρμήσαντες εἰς τοὺς πολεμίους διεφθάρησαν, τῶν δὲ κοιμωμένων οἱ μὲν πλείους ἐν αὐταῖς ταῖς στιβάσι κατεκόπησαν, οἱ δὲ λοιποὶ ῥιπτοῦντες ἑαυτοὺς εἰς τὸν ποταμὸν ἐπειρῶντο διαβαίνειν πρὸς τὴν ἀντίπερα στρατοπεδείαν:
οὐ μὴν ἀλλ οἱ πλείους καὶ τούτων ἀπώλλυντο.
καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία περὶ τὰ στρατόπεδα καὶ κυδοιμός:
ὡς τοῦ ποταμοῦ κατά τινα πρόνοιαν αὐτοῖς συνεργήσοντος καὶ διακομιοῦντος ἀσφαλῶς πρὸς τὴν ἀντίπερα κειμένην στρατοπεδείαν.
ἐξ ὧν συνέβαινε τραγικὴν καὶ παρηλλαγμένην φαίνεσθαι τοῦ ῥεύματος τὴν φαντασίαν, ὡς ἂν ὁμοῦ τοῖς νηχομένοις φερομένων ἵππων, ὑποζυγίων, ὅπλων, νεκρῶν, ἀποσκευῆς παντοδαπῆς.
Μόλων δὲ κυριεύσας τῆς τοῦ Ξενοίτου παρεμβολῆς, καὶ μετὰ ταῦτα διαβὰς τὸν ποταμὸν ἀσφαλῶς, ἅτε μηδενὸς κωλύοντος διὰ τὸ φυγεῖν τὴν ἔφοδον αὐτοῦ καὶ τοὺς περὶ τὸν Ζεῦξιν, ἐγκρατὴς γίνεται καὶ τῆς τούτου στρατοπεδείας.
συντελεσάμενος δὲ τὰ προειρημένα παρῆν μετὰ τοῦ στρατοπέδου πρὸς τὴν Σελεύκειαν.
παραλαβὼν δὲ καὶ ταύτην ἐξ ἐφόδου διὰ τὸ πεφευγέναι τοὺς περὶ τὸν Ζεῦξιν, ἅμα δὲ τούτοις τὸν Διομέδοντα τὸν ἐπιστάτην τῆς Σελευκείας, λοιπὸν ἤδη προάγων ἀκονιτὶ κατεστρέφετο τὰς ἄνω σατραπείας.
γενόμενος δὲ κύριος τῆς τε Βαβυλωνίας καὶ τῆς περὶ τὴν Ἐρυθρὰν θάλατταν ἧκε πρὸς Σοῦσα.
τὴν μὲν οὖν πόλιν ἐξ ἐφόδου καὶ ταύτην κατέσχε, τῇ δ ἄκρᾳ προσβολὰς ποιούμενος οὐδὲν ἤνυε τῷ φθάσαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπεσόντα.
διὸ καὶ ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, καταλιπὼν δὲ τοὺς πολιορκήσοντας κατὰ τάχος ἀνέζευξε, καὶ κατῆρε μετὰ τῆς δυνάμεως πάλιν εἰς Σελεύκειαν τὴν ἐπὶ τῷ Τίγριδι.
πολλὴν δὲ ποιησάμενος ἐπιμέλειαν ἐνταῦθα τοῦ στρατοπέδου καὶ παρακαλέσας τὸ πλῆθος ὡρ´μησε πρὸς τὰς ἑξῆς πράξεις, καὶ τὴν μὲν Παραποταμίαν μέχρι πόλεως Εὐρώπου κατέσχε, τὴν δὲ Μεσοποταμίαν ἑώς Δούρων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기