- 텍스트

Plutarch, Cleomenes, chapter 23

(플루타르코스, Cleomenes, chapter 23)

τοῦ δὲ Ἀντιγόνου Τεγέαν μὲν παραλαβόντος, Ὀρχομενὸν δὲ καὶ Μαντίνειαν διαρπάσαντος, εἰς αὐτὴν τὴν Λακωνικὴν συνεσταλμένος ὁ Κλεομένης τῶν μὲν εἱλώτων τοὺς πέντε μνᾶς Ἀττικὰς καταβαλόντας ἐλευθέρους ἐποίει καὶ τάλαντα πεντακόσια συνέλεξε, δισχιλίους δὲ προσκαθοπλίσας Μακεδονικῶς ἀντίταγμα τοῖς παρ Ἀντιγόνου λευκάσπισιν, ἔργον ἐπὶ νοῦν βάλλεται μέγα καὶ πᾶσιν ἀπροσδόκητον.? ἡ Μεγάλη πόλις ἦν μὲν τότε καὶ καθ ἑαυτὴν οὐδέν τι μείων οὐδὲ ἀσθενεστέρα τῆς Λακεδαίμονος, εἶχε δὲ τὴν ἀπὸ τῶν Ἀχαιῶν καὶ τοῦ Ἀντιγόνου βοήθειαν, ἐν πλευραῖς καθεζομένου καὶ δοκοῦντος ὑπὸ τῶν Ἀχαιῶν ἐπικεκλῆσθαι μάλιστα τῶν Μεγαλο πολιτῶν σπουδασάντων.

ταύτην διἁρπάσαι διανοηθεὶς ὁ Κλεομένης οὐ γὰρ ἔστιν ᾧ μᾶλλον ἐοίκε τὸ ταχὺ καὶ ἀπροσδόκητον ἐκείνης τῆς πράξεως, ἡμερῶν πέντε σιτία λαβεῖν κελεύσας ἐξῆγε τὴν δύναμιν ἐπὶ τὴν Σελασίαν ὡς τὴν Ἀργολικὴν κακουργήσων:

ἐκεῖθεν δὲ καταβὰς ἐπὶ τὴν Μεγαλοπολιτικὴν καὶ δειπνοποιησάμενος περὶ τὸ Ῥοίτειον εὐθὺς ἐπορεύετο τὴν δι Ἑλικοῦντος ἐπὶ τὴν πόλιν ἀποσχὼν δ οὐ πολὺ Παντέα μὲν ἔχοντα δύο τάγματα τῶν Λακεδαιμονίων ἀπέστειλε, καταλαβέσθαι κελεύσας μεσοπύργιον ὃ τῶν τειχῶν ἐρημότατον εἶναι τοῖς Μεγαλοπολίταις ἐπυνθάνετο, τῇ δὲ ἄλλῃ δυνάμει σχολαίως ἐπηκολούθει. τοῦ δὲ Παντέως οὐ μόνον ἐκεῖνον τὸν τόπον, ἀλλὰ καὶ πολὺ μέρος Τοῦ τείχους ἀφύλακτον εὑρόντος, καὶ τὰ μὲν καθαιροῦντος εὐθύς, τὰ δὲ διασκάπτοντος, τῶν δὲ φρουρῶν οἷς ἐνέτυχε πάντας ἀποκτείναντος, ἔφθασε προσμίξας ὁ Κλεομένης, καὶ πρὶν αἰσθέσθαι τοὺς Μεγαλοπολίτας ἔνδον ἦν μετὰ τῆς δυνάμεως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION