호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ καὶ πετασῶνος μέρος ἑκάστῳ κεῖται, ἣν περνᾶν καλοῦσι, φέρε τι εἴπωμεν καὶ περὶ αὐτῆς,3 εἴ τις τοῦ ὀνόματος μνημονεύει, κάλλισται μὲν γὰρ αἱ Γαλλικαί,4 οὐκ ἀπολείπονται δὲ αὐτῶν οὔτε αἱ ἀπὸ Κιβύρας τῆς Ἀσιατικῆς οὔτε αἱ Λύκιαι.? μνημονεύει δ αὐτῶν Στράβων ἐν τρίτῃ Γεωγραφουμένων, ἀνὴρ οὐ πάνυ νεώτερος: λέγει γὰρ αὐτὸν ἐν τῇ ἑβδόμῃ τῆς αὐτῆς πραγματείας ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον, οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. γράφει δ οὖν ὁ Στράβων οὕτως: "ἐν Σπανίᾳ πρὸς τῇ Ἀκυτανίᾳ πόλις Πομπέλων,6 ὡς ἂν εἴποι τις Πομπηιόπολις, ἐν ᾗ πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι. ἁλιπάστων·
δὲ κρεῶν μνημονεύει ὁ τῆς κωμῳδίας ποιητὴς Ἀριστομένης ἐν Διονύσῳ: ἁλίπαστα ταῦτα παρατίθημί σοι κρέα. καὶ ἐν Γόησιν: ἁλίπαστον αἰεὶ τὸν θεράποντ ἐπεσθίειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기