- 텍스트

Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 68

(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 68)

βότρυς δὲ ὅτι μὲν κοινὸν δῆλον.? σταφυλῆς δὲ μέμνηται, καίτοι, δοκοῦντος τοῦ ὀνόματος Ἀσιαγενοῦς εἶναι, Κράτης ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου, ἐν τοῖς Ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι διὰ τούτων αὐτῇσι σταφυλῇσι μελαίνῃσιν κομόωντες, ὅτι δὲ καὶ παρ Ὁμήρῳ ἐστὶν παντὶ δῆλον. "ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὡρ´αν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν ν ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν αὑτοῦ δρέπῃ, ἐὰν δ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. ὃς δ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ τῷ μὴ κινεῖν ὅ τι μὴ κατέθετο, ἐκείνως αἰεὶ ζημιούσθω. ταῦτα μὲν ὁ θεῖος Πλάτων, ἐγὼ δὲ πάλιν ζητῶ τίς ἡ γενναία σταφυλὴ καί τίνα τὰ γενναῖα σῦκα, ὡρ´α οὖν ὑμῖν ζητεῖν, ἑώς ἐγὼ περὶ τῶν ἑξῆς παρακειμένων διεξέλθω.

" καὶ ὁ Μασσούριος ἔφη: μηδ ἀναβάλλεσθαι ἐ`ς τ αὔριον ἐ`ς τε ἔνηφι. γενναῖα λέγει τὰ εὐγενῆ ὁ φιλόσοφος, ὡς καὶ Ἀρχίλοχος: πάρελθε, γενναῖος γὰρ εἶς. ἢ τὰ ἐπιγεγεννημένα οἱο῀ν τὰ ἐπεμβεβλημένα. ὁ γὰρ Ἀριστοτέλης καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος:

"σῦκα καὶ βότρυς καὶ ἐλαίας συλλέγων. Ξενοφῶν ἐν Οἰκονομικῷ: "ὑπὸ τοῦ ἡλίου γλυκαίνεσθαι τὰς σταφυλάς. οἴδασιν δὲ οἱ πρὸ ἡμῶν καὶ τοὺς ἐν οἴνῳ συντιθεμένους βότρυς. Εὔβουλος γοῦν ἐν Κατακολλωμένῳ φησὶν ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς καὶ βότρυς τρώγειν ἀνάγκαζ: αὐτὸν ἐξ οἴνου συχνούς. ὁ δὲ τὸν Χείρωνα πεποιηκὼς τὸν εἰς Φερεκράτην ἀναφερόμενόν φησιν ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς καὶ μυελόν. ὅτι δ ἐν ταῖς Ἀθήναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι, μαρτυρεῖ Ἀριστοφάνης ἐν Ὥραις. τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Αἔθλιος ὁ Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων·

"σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγίνετο. Λυγκεὺς δ ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐπαινῶν τὸν κατὰ τὴν Ἀττικὴν γινόμενον Νικοστράτειον βότρυν καὶ ἀντιτιθεὶς αὐτῷ τοὺς Ῥοδιακούς φησιν:

"τῷ δ ἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν Ἱππώνειον ἀντεκτρέφουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION