호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
` Ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα.? περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος Βίου, ἐπιχωριάσαι φάσκων ποτὲ καθ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ᾄσματι, οὗ ἐστιν ἀρχή: "Ἄρτεμι, σοί μέ τι φρὴν ἐφίμερον ὕμνον ὑφαινέμεναι θεόθεν % αδετις: ": "ἀλλὰ χρυσοφάεννα κρέμβαλα χαλκοπάραα χερσίν. Ἕρμιππος δ ἐν Θεοῖς τὸ τούτοις κρούειν κρεμβαλιάζουσι εἴρηκεν ἐν τούτοις ι λεπάδας δὲ πετρῶν ἀποκόπτοντες κρεμβαλιάζουσι. "Δίδυμος δέ φησιν εἰωθέναι τινὰς ἀντὶ τῆς λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας ἔρρυθμον ἦχόν τινα ἀποτελεῖν τοῖς ὀρχουμένοις, καθάπερ καὶ Ἀριστοφάνην ἐν Βατράχοις φάναι. "Ἀρτέμων δ ἐν τῷ πρώτῳ περὶ Διονυσιακοῦ Συστήματος Τιμόθεόν φησι τὸν Μιλήσιον παρά τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστήματι χρήσασθαι τῇ μαγάδι διὸ καὶ παρὰ τοῖς Λάκωσιν εὐθυνόμενον ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικήν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παρ αὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα καὶ ἀφεθῆναι. "Δοῦρις δ ἐν τῷ περὶ Τραγῳδίας ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος, Ἀπολλόδωρος δ ἐν τῇ πρὸς τὴν Ἀριστοκλέους Ἐπιστολὴν Ἀντιγραφῇ ὃ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτ εἶναι μάγαδιν, ὁ δὲ κλεψίαμβος κληθείς, ἔτι δ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκεν. "καὶ Ἀλκμὰν δέ φησιν μάγαδιν δ ἀποθέσθαι. "Σοφοκλῆς δὲ ἐν Θαμύρᾳ: "πηκταὶ δὲ λύραι καὶ μαγάδιδες τὰ τ ἐν Ἕλλησι ξόαν ἡδυμελῆ. Τελέστης δ ἐν Ὑμεναίῳ διθυράμβῳ πεντάχορδόν φησιν αὐτὴν εἶναι διὰ τούτων ἄλλος δ ἄλλαν κλαγγὰν ἱεὶς κερατόφωνον ἐρέθιζε μάγαδιν, ἐν πενταρράβδῳ χορδᾶν ἀρθμῷ χεῖρα καμψιδίαυλον ἀναστρωφῶν τάχος: "οἶδα δὲ καὶ ἄλλο ὄργανον ᾧ τῶν Θρᾳκῶν οἱ βασιλεῖς ἐν τοῖς δείπνοις χρῶνται, ὥς φησιν Νικομήδης ἐν τῷ περὶ Ὀρφέως. "φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθέντα ταύτης τυχεῖν τῆς προσηγορίας, Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξειργάσθαι. "τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν, ἧς. . , Σκάμων ὁ προειρημένος ὀνομασθῆναι δ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός. καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου ὄργανον δὲ καὶ τοῦτο μουσικόν ὁ προειρημένος Ἀρτέμων γράφει οὕτως : "ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ εἰ γέγονέ ποτε γινώσκεται: "καθάπερ ὁ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. "ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν, καὶ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν, ἢ δι ἣν δὴ ποτ οὖν αἰτίαν, συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι καὶ τοὔνομ ἐντεῦθεν ἔσχεν, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο, τῶν γὰρ ποδῶν ἑστώτων ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται, θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἠχείων ἀποδούς: "ἐξ ὧν καὶ τὴν φαντασίαν εἶχεν ἀστείαν καὶ τὸν ἦχον προσέβαλλεν ἁδρότερον. "διένειμε δὲ ἑκάστῃ χώρᾳ τὰς τρεῖς ἁρμονίας, τήν τε δωριστὶ καὶ φρυγιστὶ καὶ λυδιστί. καὶ καθεζόμενος αὐτὸς ἐπί τινος δίφρου περὶ ταυτὸν συμμέτρως ἔχοντος τῇ συστάσει, διείρας δὲ τὴν εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολήν, καὶ τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθ ὁποίαν δὴ πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν μετέστρεφε τῷ ποδὶ τὴν βάσιν εὔτροχον οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο καὶ πάλιν ἑτέραν. "οὕτω δὲ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα ἡ τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυαμένη καὶ τὴν χειροθεσίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν ὥστ, εἴ τις μὴ συνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρίνοι, νομίζειν γ κιθαρῶν ἀκούειν διαφόρως ἡρμοσμένων. "καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως. "τὴν δὲ ψιλὴν κιθάρισιν πρῶτόν φησιν Μέναιχμος εἰσαγαγεῖν Ἀριστόνικον τὸν Ἀργεῖον, τῇ ἡλικίᾳ γενόμενον κατὰ Ἀρχίλοχον, κατοικήσαντα ἐν Κορκύρᾳ. Φιλόχορος δ ἐν γ Ἀτθίδος Λύσανδρος, φησίν, ὁ Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐντείνας καὶ τὴν φωνὴν εὐόγκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν πρῶτοι οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. "καὶ περιελὼν τὴν συντομίαν τὴν ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον συριγμόν: "καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος. "Δίωνα δὲ τὸν Χῖον τὸ τοῦ Διονύσου σπονδεῖον πρῶτον κιθαρίσαι Μέναιχμος. "Τιμόμαχος δ ἐν τοῖς Κυπριακοῖς Στήσανδρον λέγει τὸν Σάμιον ἐπὶ πλεῖον αὐξῆσαι τήν τέχνην καὶ πρῶτον ἐν Δελφοῖς κιθαρῳδῆσαι τὰς καθ Ὅμηρον μάχας, ἀρξάμενον ἀπὸ τῆς Ὀδυσσείας. "ἄλλοι δὲ πρῶτόν φασιν παρ Ἐλευθερναίοις κιθαρίσαι τὰς ἐρωτικὰς ᾠδὰς Ἀμήτορα τὸν Ἐλευθερναῖον, οὗ καὶ τοὺς ἀπογόνους Ἀμητορίδας καλεῖσθαι. "Ἀριστόξενος δέ φησιν ὥσπερ τῶν ἑξαμέτρων τινὲς ἐπὶ τὸ γελοῖον παρῳδὰς εὑρ῀ον, οὕτως καὶ τῆς κιθαρῳδίας πρῶτος Οἰνώνας, ὃν ἐζήλωσαν Πολύευκτός τε ὁ Ἀχαιὸς καὶ Διοκλῆς ὁ Κυναιθεύς. καὶ μοχθηρῶν δὲ ᾀσμάτων γεγόνασι ποιηταί, περὶ ὧν φησι Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς πρὸς τοὺς Σοφιστὰς γράφων οὕτως: "Τελένικος ὁ Βυζάντιος, ἔτι δὲ Ἀργᾶς ποιηταὶ μοχθηρῶν ὄντες νόμων πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα τῆς ποιήσεως εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος νόμων οὐδὲ κατὰ μικρὸν ἠδύναντο ἐπιψαῦσαι. "τοῦ Ἀργᾶ μνημονεύει Ἄλεξις ἐν Ἀποβάτῃ οὕτως: "Χορόνικος ὁ ποιητὴς ὁδί. β. τίνων ποιητὴς ᾀσμάτων· "α. σεμνῶν πάνυ. "β. τί πρὸς τὸν Ἀργᾶν οὗτος· "α. ἡμέρας δρόμῳ κρείττων. "καὶ Ἀναξανδρίδης ἐν Ἡρακλεῖ: "ὁ μὲν γάρ εὐφυής τις εἶναι φαίνεται: "ὡς δ εὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτ ἐσχεδίασε δριμέως εν παπαῖ, μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι κωδωνίσας πέμψαι σ1 ἀγωνιούμενον, ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε. "ὁ δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους ποιήσας Πτωχοὺς Γνησίππου τινὸς μνημονεύει παιγνιαγράφου τῆς ἱλαρᾶς μούσης, λέγων οὕτως: "ταῦτ οὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης ἐν ἐννέ ἂν χορδαῖς κατεγλυκάνατο. "καὶ ὁ τοὺς Εἵλωτας δὲ πεποιηκώς φησιν τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε ἀρχαῖον ἀείδειν. "ὁ δὲ Γνήσιππος ἔστ ἀκούειν, ὃς νυκτερίν εὑρ῀ε μοιχοῖς ἀείσματ ἐκκαλεῖσθαι γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον. "Κρατῖνος ἐν Μαλθακοῖς: "τίς ἄρ ἐρῶντά μ οἶδεν ὦ Γνήσιππέ πω· "πολλῇ χολη. "οἰόμαι γὼ μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν. σκώπτει δ αὐτὸν εἰς τὰ ποιήματα καὶ ἐν Βουκόλοις: "ὃς οὐκ ἔδωκ αἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχου δ, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ ἐμοὶ διδάσκειν οὐδ ἂν εἰς Ἀδώνια. "ἐν δὲ ταῖς ῾` ταῖς : "ἴτω δὲ καὶ τραγῳδίας ὁ Κλεομάχου διδάσκαλος μετ αὐτόν, ὁ παρατιλτριῶν ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη πονηρά. Τηλεκλείδης δὲ ἐν τοῖς Στερροῖς καὶ περὶ μοιχείας ἀναστρέφεσθαί φησιν αὐτόν. Κλέαρχος δὲ ἐν δευτέρῳ Ἐρωτικῶν τὰ ἐρωτικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέοντος διαφέρειν. "ἔτι δὲ τὰ Ἀρχιλόχου καὶ τῶν Ὁμήρου Ἐπικιχλίδων τὰ πολλὰ διὰ τῆς ἐμμέτρου ποιήσεως τούτων ἔχεταί τινος τῶν παθῶν, ἀλλὰ καὶ τὰ Ἀσωποδώρου περὶ τὸν Ἔρωτα καὶ πᾶν τὸ τῶν ἐρωτικῶν ἐπιστολῶν γένος ἐρωτικῆς τινος διὰ λόγου ποιήσεώς ἐστιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기