호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ δὲ μουσικῆς τῶν μὲν τάδε λεγόντων, ἄλλων δ ἄλλα γ ὁσημέραι, πάντων δ ἐπαινούντων τὴν παιδιὰν ταύτην, Μασούριος ὁ πάντα ἄριστος καὶ σοφὸς καὶ γὰρ νόμων ἐξηγητὴς οὐδενὸς δεύτερος καὶ περὶ μουσικὴν ἐνδιατρίβων αἰεί:? ἅπτεται γὰρ καὶ τῶν ὀργάνων ἔφη ὁ μὲν κωμῳδιοποιὸς Εὔπολις, ἄνδρες φίλοι, φησί ἡ μουσικὴ πρᾶγμ ἐστὶ βαθύ καὶ καμπύλον, αἰεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις . διόπερ καὶ Ἀναξίλας ἐν Υἁκίνθῳ φησίν: ἡ μουσικὴ δ ὥσπερ Λιβύη πρὸς τῶν θεῶν αἰεί τι καινὸν κατ ἐνιαυτὸν θηρίον τίκτει. μέγας γάρ, ὦ μακάριοι, κατὰ τὸν Θεοφίλου Κιθαρῳδόν, θησαυρός ἐστιν καὶ βέβαιος μουσικὴ ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε. καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει. Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῷ βίῳ καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν δι ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. "πραύνομαι.
καὶ ὁ Ὁμηρικὸς δὲ Ἀχιλλεὺς τῇ κιθάρᾳ κατεπραύνετο, ἣν αὐτῷ ἐκ τῶν Ηἐτίωνος λαφύρων μόνην Ὅμηρος χαρίζεται, καταστέλλειν τὸ πυρῶδες αὐτοῦ δυναμένην. μόνος γοῦν ἐν Ἰλιάδι ταύτῃ χρῆται τῇ μουσικῇ. ὅτι δὲ καὶ νόσους ἰᾶται μουσικὴ Θεόφραστος ἱστόρησεν ἐν τῷ περὶ Ἐνθουσιασμοῦ. ἰσχιακοὺς φάσκων ἀπόνους διατελεῖν εἰ καταυλήσοι τις τοῦ τόπου τῇ Φρυγιστὶ ἁρμονίᾳ ταύτην δὲ τὴν ἁρμονίαν Φρύγες πρῶτοι εὑρ῀ον καὶ μετεχειρίσαντο.
"κάκιον Βάβυς αὐλεῖ. ὁ δ Ἀριστόξενος τὴν εὑρ´εσιν αὐτῆς Υἅγνιδι τῷ Φρυγὶ ἀνατίθησιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기