- 텍스트

Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 12

(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 12)

οὐκ ἀπελείποντο δὲ ἡμῶν τῶν συμποσίων οὐδὲ ῥαψῳδοί.? ἔχαιρε γὰρ τοῖς Ὁμήρου ὁ Λαρήνσιος ὡς ἄλλος οὐδὲ εἷς, ὡς λῆρον ἀποφαίνειν Κάσανδρον τὸν Μακεδονίας βασιλεύσαντα, περὶ οὗ φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν ὅτι οὕτως ἦν φιλόμηρος ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά καὶ Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι. ὅτι δ ἐκαλοῦντο οἱ ῥαψῳδοὶ καὶ Ὁμηρισταὶ Ἀριστοκλῆς εἴρηκεν ἐν τῷ περὶ Χορῶν. τοὺς δὲ νῦν Ὁμηριστὰς ὀνομαζομένους πρῶτος εἰς τὰ θέατρα παρήγαγε Δημήτριος ὁ Φαληρεύς. χαμαιλέων δὲ ἐν τῷ περὶ Στησιχόρου καὶ μελῳδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου. "τὰ Ἀρχιλόχου, φησίν, Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐρραψῴδει.

Λυσανίας δ ἐν τῷ πρώτῳ περὶ Ιἀμβοποιῶν Μνασίωνα τὸν ῥαψῳδὸν λέγει ἐν ταῖς δείξεσι τῶν Σιμωνίδου τινὰς ἰάμβων ὑποκρίνεσθαι. τοὺς δ Ἐμπεδοκλέους Καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ.

Ιἄσων δ ἐν τρίτῳ περὶ τῶν Ἀλεξάνδρου Ιἑρῶν ἐν Ἀλεξανδρείᾳ φησὶν ἐν τῷ μεγάλῳ θεάτρῳ ὑποκρίνασθαι Ἡγησίαν τὸν κωμῳδὸν τὰ Ἡσιόδου, Ἑρμόφαντον δὲ τὰ Ὁμήρου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION