- τὰ δ᾿ ἄλλα ἡλίκος μὲν ὁ ἱστός, ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἱῴ καὶ προτόνῳ κέχρηται καὶ συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν ἐπανέστηκεν ἠρέμα καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη, καταντικρὺ δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς τὸ πρόσω ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν: (Lucian, 10:2)
(루키아노스, 10:2)
- αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸ τούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱ κατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε. (Lucian, 11:1)
(루키아노스, 11:1)
- ὡς γὰρ ἐκεῖνοι, πρὸς τὴν πρύμναν ἀφορῶντες τῆς νεώς, τῇ κατὰ πρῷραν ὁρμῇ συνεργοῦσιν, ὡς ἂν ἐκ τῆς ἀνακοπῆς περίρροια καταλαμβάνουσα συνεπωθῇ τὸ πορθμεῖον, οὕτως οἱ τὰ τοιαῦτα παραγγέλματα διδόντες ὥσπερ ἀπεστραμμένοι τὴν δόξαν διώκουσιν. (Plutarch, An Recte Dictum Sit Latenter Esse Vivendum, section 1 5:1)
(플루타르코스, An Recte Dictum Sit Latenter Esse Vivendum, section 1 5:1)
- χοροὶ μέλπουσιν ἐγκύκλιοι, πλησιστίοισι πνοαῖς συριζόντων κατὰ πρύμναν εὐναίων πηδαλίων αὔραις <σὺν> νοτίαις ἢ πνεύμασι Ζεφύρου, τὰν πολυόρνιθον ἐπ αἶ- αν, λευκὰν ἀκτάν, Ἀχιλῆ- ος δρόμους καλλισταδίους, ἄξεινον κατὰ πόντον· (Euripides, Iphigenia in Tauris, choral, strophe 25)
(에우리피데스, Iphigenia in Tauris, choral, strophe 25)
- ἀλλ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι σταθέντες ἰοῖς, ὥστ ἀναστεῖλαι πρόσω. (Euripides, Iphigenia in Tauris, episode 5:7)
(에우리피데스, Iphigenia in Tauris, episode 5:7)
- χρυσέαν χείρεσσι λαβὼν φιάλαν ἀρχὸς ἐν πρύμνᾳ πατέρ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους κυμάτων ῥιπὰς ἀνέμων τ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους ἄματά τ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν: (Pindar, Odes, pythian odes, pythian 4 60:1)
(핀다르, Odes, pythian odes, pythian 4 60:1)
- ἔτυχεν γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν. (Plato, Euthyphro, Apology, Crito, Phaedo, 5:5)
(플라톤, Euthyphro, Apology, Crito, Phaedo, 5:5)
- ὑμεῖς γάρ ἐστε νῦν τὸ δὴ λεγόμενον πρῷρα καὶ πρύμνα τῆς Ἑλλάδος, ὄλβιοι μὲν καὶ ἀφνειοὶ καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκ παλαιῶν χρόνων ὑπὸ τῶν ποιητῶν καὶ τῶν θεῶν ὀνομαζόμενοι, ὅτε καὶ τῶν ἄλλων τισὶν ὑπῆρχε καὶ πλουτεῖν καὶ δύνασθαι: (Dio, Chrysostom, Orationes, 67:1)
(디오, 크리소토모스, 연설 (2), 67:1)
- περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας. (, chapter 19 329:1)
(, chapter 19 329:1)