- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἀντίπρῳρος?

First/Second declension Adjective; Transliteration: antiprōiros

Principal Part: ἀντίπρῳρος ἀντίπρῳρα ἀντίπρῳρον

Structure: ἀντιπρῳρ (Stem) + ος (Ending)

Etym.: πρώιρα

Sense

  1. with the prow towards, prow to prow
  2. face to face

Examples

  • τί γὰρ ἄμεινον ἢ ταχυβάταν νεῶν κατόπταν μολεῖν πέλας ὅ τί ποτ ἄρα δαΐοις πυρὰ κατ ἀντίπρῳρα ναυστάθμων δαίεται· (Euripides, Rhesus, episode, strophe 13)
  • ἀνδρείας δ ὕπο ἔστησαν ἀντίπρῳρα σείοντες βέλη Πυλάδης Ὀρέστης τ. (Euripides, episode 5:2)
  • πολλαὶ μὲν οὖν ἀντίπρῳροι συνηράσσοντο ἀλλήλαις, πολλαὶ δὲ καὶ ἐμβληθεῖσαι κατεδύοντο, αἱ δὲ συμπλεκόμεναι καρτερῶς διηγωνίζοντο καὶ οὐ ῥᾳδίως ἀπελύοντο: (Lucian, Verae Historiae, book 1 41:2)
  • ἀνίσχοντος δὲ τοῦ ἡλίου καὶ τῶν Ἀθηναίων μετωπηδὸν ἁπάσαις ἐπιπλεόντων καὶ προκαλουμένων, ἀντιπρῴρους ἔχων τὰς ναῦς καὶ πεπληρωμένας ἔτι νυκτὸς οὐκ ἀνήγετο, πέμπων δὲ ὑπηρετικὰ παρὰ τὰς πρώτας τῶν νεῶν ἀτρεμεῖν ἐκέλευε καὶ μένειν ἐν τάξει μὴ θορυβουμένους μηδ ἀντεκπλέοντας. (Plutarch, , chapter 10 2:1)
  • μή, κατ οὐρὰν προσφερομένου τοῦ πνεύματος, ἡ λεπὶς ἀναπτυσσομένη λυπῇ τὸ σῶμα γυμνούμενον καὶ διατραχυνόμενον ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους: (Plutarch, De sollertia animalium, chapter, section 28 3:2)
  • οἱ δὲ ὡς ἐγγὺς ἐγένοντο, ταῖς κώπαις ἠσπάσαντο τοὺς Καίσαρος, ἐκείνων τε ἀντασπασαμένων μετεβάλοντο, καὶ πάσαις ἅμα ταῖς ναυσὶν ὁ στόλος εἷς γενόμενος ἐπέπλει πρὸς τὴν πόλιν ἀντίπρῳρος. (Plutarch, Antony, chapter 76 1:3)
  • ἐπελαύνοντος δὲ ῥοθίῳ τοῦ Νεοπτολέμου καὶ κελεύσαντος εἰς ἐμβολὴν ἀγαγεῖν τὸν κυβερνήτην, δείσας ὁ Δαμαγόρας τὸ βάρος τῆς βασιλικῆς καὶ τὴν τραχύτητα τοῦ χαλκώματος οὐκ ἐτόλμησε συμπεσεῖν ἀντίπρῳρος, ἀλλ ὀξέως ἐκ περιαγωγῆς ἀποστρέψας ἐκέλευσεν ἐπὶ πρύμναν ὤσασθαι καὶ πιεσθείσης ἐνταῦθα τῆς νεώς ἐδέξατο τὴν πληγήν ἀβλαβῆ γενομένην, ἅτε δὴ τοῖς θαλαττεύουσι τῆς νεώς μέρεσι προσπεσοῦσαν. (Plutarch, Lucullus, chapter 3 9:1)
  • ἅμα δὲ δὴ μία τις τῶν νεῶν [ἅμα δὲ δὴ] ἐσχέθη, καὶ ἄλλη ἀπὸ ταύτης διέχουσα ὅσον ξύμμετρον πρὸς ἰσχὺν τῶν ἐπιβαλλομένων ἀντίπρωρος πρὸς τὸ ῥεῦμα ὁρμίζεται: (Arrian, Anabasis, book 5, chapter 7 4:1)

Synonyms

  1. with the prow towards

  2. face to face

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION