ζεῦγμα?
Third declension Noun; Neuter
자동번역
Transliteration: zeugma
Principal Part:
ζεῦγμα
ζεύγματος
Structure:
ζευγματ
(Stem)
Sense
- That which is used for joining things
- A zeugma
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ὁ δὲ Δημοσθένης καὶ Μένανδρος καὶ Εὐθύδημος οὗτοι γὰρ ἐπὶ τὰς ναῦς τῶν Ἀθηναίων στρατηγοὶ ἐπέβησαν ἄραντες ἀπὸ τοῦ ἑαυτῶν στρατοπέδου εὐθὺς ἔπλεον πρὸς τὸ ζεῦγμα τοῦ λιμένος καὶ τὸν παραλειφθέντα διέκπλουν, βουλόμενοι βιάσασθαι ἐς τὸ ἔξω. (Dionysius of Halicarnassus, , chapter 264)
- ἐπειδὴ δὲ καὶ οἱ ἄλλοι Ἀθηναῖοι προσέμισγον τῷ ζεύγματι, τῇ μὲν πρώτῃ ῥύμῃ ἐπιπλέοντες ἐκράτουν τῶν τεταγμένων νεῶν πρὸς αὐτῷ καὶ ἐπειρῶντο λύειν τὰς κλείσεις: (Dionysius of Halicarnassus, , chapter 26 1:4)
- μετὰ δὲ τοῦτο πανταχόθεν σφίσι τῶν Συρακοσίων καὶ τῶν συμμάχων ἐπιφερομένων οὐ μόνον πρὸς τῷ ζεύγματι ἡ ναυμαχία, ἀλλὰ καὶ κατὰ τὸν λιμένα ἐγίγνετο: (Dionysius of Halicarnassus, , chapter 26 1:5)
- μετὰ δὲ τὴν μάχην ὁ Θεμιστοκλῆς ἀποπειρώμενος τοῦ Ἀριστείδου καλὸν μὲν εἶναι καὶ τὸ πεπραγμένον αὐτοῖς ἔργον ἔλεγε, κρεῖττον δὲ λείπεσθαι τὸ λαβεῖν ἐν τῇ Εὐρώπῃ τὴν Ἀσίαν, ἀναπλεύσαντας εἰς Ἑλλήσποντον τὴν ταχίστην καὶ τὰ ζεύγματα διακόψαντας. (Plutarch, , chapter 9 3:1)
- τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιερρήγνυντο, πολλὰ δὲ καὶ ἤστραπτεν ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμιγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς σχεδίας ἀνέρρηξε πολλὰ καὶ συνέτριψεν: (Plutarch, chapter 19 3:2)
- ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ. (Plutarch, chapter 19 5:2)
- φθεγξάμενος δὲ Ῥωμαϊστὶ τοῖς τειχοφυλακοῦσιν, ὡς ὑπήκουσαν, ἐκέλευσε Κοπωνίῳ τῷ ἄρχοντι φράζειν ὅτι γέγονε μάχη μεγάλη Κράσσῳ πρὸς Πάρθους, ἄλλο δ οὐδὲν εἰπὼν οὐδ αὑτὸν ὅστις ἦν ἀπήλαυνεν ἐπὶ τὸ Ζεῦγμα, καὶ διέσωσε μὲν τοὺς σὺν αὑτῷ, κακῶς δ ἤκουσε καταλιπὼν τὸν στρατηγόν. (Plutarch, chapter 27 7:1)
- τῶν γὰρ χορῶν, οὓς αἱ πόλεις ἔπεμπον ᾀσομένους τῷ θεῷ, προσπλεόντων μὲν ὡς ἔτυχεν, εὐθὺς δ ὄχλου πρὸς τὴν ναῦν ἀπαντῶντος ᾄδειν κελευομένων κατ οὐδένα κόσμον, ἀλλ ὑπὸ σπουδῆς ἀσυντάκτως ἀποβαινόντων ἅμα καὶ στεφανουμένων καὶ μεταμφιεννυμένων, ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίξων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν: (Plutarch, , chapter 3 4:2)