호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις:? νῦν δ οὔθ ὅμοιον οὐδὲν οὔτ ἴσον βροτοῖς, πλὴν ὀνόμασαι: τὸ δ ἔργον οὐκ ἔστιν τόδε. ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ: ἄστρων ἂν ἔλθοιμ ἡλίου πρὸς ἀντολὰς καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε, τὴν θεῶν μεγίστην ὥστ ἔχειν Τυραννίδα. τοῦτ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί: ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ αἰσχύνομαι, ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν τυχεῖν ἃ χρῄζει: ταῖς γὰρ ἂν Θήβαις τόδε γένοιτ ὄνειδος, εἰ Μυκηναίου δορὸς φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδ ἔχειν. χρῆν δ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς, μῆτερ, ποιεῖσθαι: πᾶν γὰρ ἐξαιρεῖ λόγος ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. ἀλλ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει, ἔξεστ: ἐκεῖνο δ οὐχ ἑκὼν μεθήσομαι. ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ· πρὸς ταῦτ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα, ζεύγνυσθε δ ἵππους, πεδία πίμπλαθ ἁρμάτων, ὡς οὐ παρήσω τῷδ ἐμὴν τυραννίδα. εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν, τἄλλα δ εὐσεβεῖν χρεών. οὐκ εὖ λέγειν χρὴ μὴ πὶ τοῖς ἔργοις καλοῖς: οὐ γὰρ καλὸν τοῦτ, ἀλλὰ τῇ δίκῃ πικρόν. ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, Ἐτεόκλεες, πρόσεστιν: ἀλλ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον. τί τῆς κακίστης δαιμόνων ἐφίεσαι Φιλοτιμίας, παῖ· μὴ σύ γ: ἄδικος ἡ θεός: πολλοὺς δ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας ἐσῆλθε κἀξῆλθ ἐπ ὀλέθρῳ τῶν χρωμένων: ἐφ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον, Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ: τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ αἰεὶ πολέμιον καθίσταται τοὔλασσον ἐχθρᾶς θ ἡμέρας κατάρχεται. καὶ γὰρ μέτρ ἀνθρώποισι καὶ μέρη σταθμῶν Ἰσότης ἔταξε κἀριθμὸν διώρισε, νυκτός τ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον. εἶθ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς σὺ δ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον καὶ τῷδε νεῖμαι· κᾆτα ποῦ στιν ἡ δίκη·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기