호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τοῖα παρέννεπεν Ἄργος:? ἄναξ δ ἐπεχώσατο μύθοις εἰσαϊών: ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. φῆ δ ἐπαλαστήσας: μενέαινε δὲ παισὶ μάλιστα Χαλκιόπης: τῶν γάρ σφε μετελθέμεν οὕνεκ ἐώλπει: ἐκ δέ οἱ ὄμματ ἔλαμψεν ὑπ ὀφρύσιν ἱεμένοιο: "Οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, νεῖσθ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης, πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι· αὐτίχ ὁμαρτήσαντες ἀφ Ἑλλάδος, οὐκ ἐπὶ κῶας, σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἦ τ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἰοίσιν ἐπιπροέηκα πόδεσσιν, ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι, οἱᾶ δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν. " Φῆ ῥα χαλεψάμενος: μέγα δὲ φρένες Αἰακίδαο νειόθεν οἰδαίνεσκον: ἐέλδετο δ ἔνδοθι θυμὸς ἀντιβίην ὀλοὸν φάσθαι ἔπος: ἀλλ ἀπέρυκεν Αἰσονίδης: πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν: "Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως ἄστυ τεὸν καὶ δώμαθ ἱκάνομεν, ὥς που ἐόλπας, οὐδὲ μὲν ἱέμενοι. τίς δ ἂν τόσον οἶδμα περῆσαι τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας· ἀλλά με δαίμων καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. δὸς χάριν ἀντομένοισι: σέθεν δ ἐγὼ Ἑλλάδι πάσῃ θεσπεσιην οἴσω κληηδόνα: καὶ δέ τοι ἤδη πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν, εἴτ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν ἄλλον δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι. " Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί: τοῖο δὲ θυμὸς διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν, ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι, ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ ἄρειον φραζομένῳ: καὶ δή μιν ὑποβλήδην προσέειπεν: "Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις· εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως οὐδὲν ἐμεῖο χέρηες ἐπ ὀθνείοισιν ἔβητε, δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ ἐθέλῃσθα, πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ ἀνδράσιν οὔτι μεγαίρω, ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ ἀέθλος, τόν ῥ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες: τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν, ἀλλ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δ αὖθι δαϊ´ζων κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὡρ´ην παύομαι ἀμήτοιο. σύ δ, εἰ τάδε τοῖα τελέσσεις, αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος: πρὶν δέ κεν οὐ δοίην, μηδ ἔλπεο. δὴ γὰρ ἀεικὲς ἄνδρ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기