- 텍스트

Homer, Iliad, Book 17 44:

(호메로스, 일리아스, Book 17 44:)

ὣς ἄρα τις εἴπεσκε, μένος δ ὄρσασκεν ἑκάστου.? ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε δι αἰθέρος ἀτρυγέτοιο: ἵπποι δ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ἐν κονίῃσι πεσόντος ὑφ Ἕκτορος ἀνδροφόνοιο. ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ ἀρειῇ: τὼ δ οὔτ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον ἠθελέτην ἰέναι οὔτ ἐς πόλεμον μετ Ἀχαιούς, ἀλλ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες οὔδει ἐνισκίμψαντε καρήατα: δάκρυα δέ σφι θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν ἡνιόχοιο πόθῳ: θαλερὴ δ ἐμιαίνετο χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION