- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

πρότακτος?

First/Second declension Adjective; Transliteration: protaktos

Principal Part: πρότακτος πρότακτον

Structure: προτακτ (Stem) + ος (Ending)

Sense

  1. posted in front, the van

Examples

  • οἱ δὲ Ῥωμαῖοι γυμνουμένους ὁρῶντες ἤδη τοῖς ξίφεσιν ἐχρῶντο, καὶ φόνος μὲν ἦν πολὺς τῶν προτάκτων, φυγὴ δὲ τῶν ἄλλων πανταχόσε τοῦ πεδίου, τοὺς γὰρ λόφους καὶ τὰ ὑψηλὰ προκατειλήφει Κάμιλλος, τὸ δὲ στρατόπεδον διὰ τὸ θαρσεῖν ἄφρακτον ἔχοντες ᾔδεσαν οὐ χαλεπῶς ἁλωσόμενον. (Plutarch, Camillus, chapter 41 5:2)
  • τὸ μὲν γὰρ πλῆθος ὑπέστειλε τοῖς προτάκτοις Σουρήνας, τὴν δὲ λαμπρότητα κατέκρυβε τῶν ὅπλων ἱμάτια καὶ διφθέρας προίσχεσθαι κελεύσας. (Plutarch, chapter 23 6:2)
  • καὶ πρῶτον μὲν διενοοῦντο τοῖς κοντοῖς εἰσελαύνοντες ὠθεῖν καὶ βιάζεσθαι τοὺς προτάκτους: (Plutarch, chapter 24 3:1)
  • ἀπέβαινε δὲ τοὐναντίον, ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως παρέχουσιν οἱ πρότακτοι ῥᾳστώνην, ἐκεῖ δ ἄλλον ὑπὲρ ἄλλον διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τὸν κατόπιν ἐξαίροντος, οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλ ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευτήν. (Plutarch, chapter 25 10:1)
  • τραπομένων δὲ πρὸς ἔργον οἱ μὲν ἱππόται πλάγιοι περιελαύνοντες ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους, πλὴν ὅσοι τὸν ὑπὸ τῶν τοξευμάτων φεύγοντες θάνατον ἀπετόλμων παραβόλως εἰς αὐτοὺς φέρεσθαι, μικρὰ μὲν βλάπτοντες, ὀξέως δὲ θνῄσκοντες ὑπὸ τραυμάτων μεγάλων καὶ καιρίων, παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν εἰς τοὺς ἵππους, πολλάκις δὲ καὶ διὰ δυεῖν ἀνδρῶν ὑπὸ ῥύμης διαπορευόμενον. (Plutarch, chapter 27 1:3)

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION