- 텍스트

Apollodorus, Argonautica, book 4 4:

(아폴로도로스, 아르고나우티카, book 4 4:)

Ηὢς μέν ῥ᾿ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δ ἐς ὅμιλον ἷξον:? θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δ ἕκαστος ψαῦσαι ἐελδόμενος δέχθαι τ ἐνὶ χερσὶν ἑῇσιν. Αἰσονίδης δ ἄλλους μὲν ἐρήτυε, τῷ δ ἐπὶ φᾶρος κάββαλε νηγάτεον: πρύμνῃ δ ἐνεείσατο κούρην ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἐείπεν: "Μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι. ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδ ἀλεγεινὴν ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες, εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ ἄκοιτιν κουριδίην: ἀτὰρ ὔμμες Ἀχαιίδος οἱά῀ τε πάσης αὐτῶν θ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν σώετε. δὴ γάρ που, μάλ ὀίομαι, εἶσιν ἐρύξων Αἰήτης ὁμάδῳ πόντονδ ἴμεν ἐκ ποταμοῖο. ἀλλ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ ἑζόμενος, πηδοῖσιν ἐρέσσετε: τοὶ δὲ βοείας ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων, προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δ ἐνὶ χερσὶν παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας ἴσχομεν: ἡμετέρῃ δ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ, ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι. " Ὧς φάτο, δῦνε δὲ τεύχε ἀρήια: τοὶ δ ἰάχησαν θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματ ἔκοψεν. ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι Ἀγκαίῳ παρέβασκεν: ἐπείγετο δ εἰρεσίῃ νηῦς σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι. Ἤδη δ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις Μηδείης περίπυστος ἔρως καὶ ἔργ ἐτέτυκτο. ἐς δ ἀγορὴν ἀγέροντ ἐνὶ τεύχεσιν: ὅσσα δέ πόντου κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο, ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης φυλλοχόῳ ἐνὶ μηνί--τίς ἂν τάδε τεκμήραιτο· ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας, κλαγγῇ μαιμώοντες: ὁ δ εὐτύκτῳ ἐνὶ δίφρῳ Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν Ηἔλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο, σκαιῇ μέν ῥ᾿ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων, τῇ δ ἑτέρῃ πεύκην περιμήκεα: πὰρ δέ οἱ ἔγχος ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δ ἵππων γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν, καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας Ηἔλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων κέκλετο: δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν, ἢ πλωτῆς εὑρόντες ἔτ εἰν ἁλὸς οἴδματι νῆα, ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION