호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτ ἐποτρύνων, οἳ δ οὐάσι πάντες ἄκουον, ἴθυσαν δ ἐπὶ τεῖχος ἀολλέες:? οἳ μὲν ἔπειτα κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ ἔχοντες, Ἕκτωρ δ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν ὀξὺς ἐήν: τὸν δ οὔ κε δύ ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπ ἄμαξαν ἀπ οὔδεος ὀχλίσσειαν, οἱοῖ νῦν βροτοί εἰς: ὃ δέ μιν ῥέα πάλλε καὶ οἰο῀ς. τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. ὡς δ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας δικλίδας ὑψηλάς: δοιοὶ δ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει. στῆ δὲ μάλ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἰή, ῥῆξε δ ἀπ ἀμφοτέρους θαιρούς: πέσε δὲ λίθος εἴσω βριθοσύνῃ, μέγα δ ἀμφὶ πύλαι μύκον, οὐδ ἄρ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη λᾶος ὑπὸ ῥιπῆς: ὃ δ ἄρ ἔσθορε φαίδιμος Ἕκτωρ νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια: λάμπε δὲ χαλκῷ σμερδαλέῳ, τὸν ἑέστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ δοῦρ ἔχεν: οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας νόσφι θεῶν ὅτ ἐσᾶλτο πύλας: πυρὶ δ ὄσσε δεδήει. κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ ὅμιλον τεῖχος ὑπερβαίνειν: τοὶ δ ὀτρύνοντι πίθοντο. αὐτίκα δ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ αὐτὰς ποιητὰς ἐσέχυντο πύλας: Δαναοὶ δὲ φόβηθεν νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ ἀλίαστος ἐτύχθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기